# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ιϛ. Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-16

Ἐπάρας αὐτοὺς τοῖς ἐγκωμίοις, παραίνεσιν πάλιν καθίησι. Διὰ γὰρ τοῦτο τῇ ἐπιπλήξει παρέμιξε τοὺς ἐπαίνους, ἵνα μὴ ἀπὸ ἐπιπλήξεως εἰς παραίνεσιν κατελθὼν δυσπαράδεκτον ποιήσῃ τὸν λόγον, ἀλλὰ λεάνας αὐτῶν τὴν ἀκοὴν, οὕτω προοδοποιήσῃ τῇ παραινέσει. Βούλεται γὰρ περὶ ἐλεημοσύνης διαλεχθῆναι· διὸ καὶ προλαβὼν εἶπε, Χαίρω ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν· ἀπὸ τῶν ἤδη κατωρθωμένων καὶ εἰς τοῦτο προθυμοτέρους ποιῶν. Καὶ οὐκ εἶπεν εὐθέως, Δότε οὖν ἐλεημοσύνην· ἀλλ' ὅρα τὴν σύνεσιν, πῶς πόῤῥωθεν καὶ ἀφ' ὑψηλοῦ προκατασκευάζει τὸν λόγον· Γνωρίζω γὰρ ὑμῖν, φησὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, χάριν τὸ πρᾶγμα καλεῖ, καὶ τὰ ἑτέρων διηγούμενος, τοῖς ἑτέρων ἐγκωμίοις σπουδαιοτέρους τούτους ἐργάζεται. Καὶ δύο συντίθησιν ἐπαίνους Μακεδόσι, μᾶλλον δὲ καὶ τρεῖς· καὶ ὅτι πειρασμοὺς γενναίως φέρουσι, καὶ ὅτι ἐλεεῖν ἴσασι, καὶ ὅτι πένητες ὄντες, δαψίλειαν ἐνεδείκνυντο ἐν ἐλεημοσύνῃ· καὶ γὰρ ἡρπάγησαν αὐτῶν αἱ οὐσίαι. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ἡνίκα αὐτοῖς ἐπέστελλεν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγένεσθε, φησὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἄκουσον τί μετὰ ταῦτα Ἑβραίοις ἐπιστέλλων ἔλεγε· Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Χάριν δὲ τὸ πρᾶγμα καλεῖ, οὐχὶ καταστέλλων αὐτοὺς μόνον, ἀλλὰ καὶ ἐκκαλούμενος, καὶ ἀνεπίφθονον τὸν λόγον ἐργαζόμενος. Διὸ καὶ τὸ τῶν ἀδελφῶν ὄνομα προσέθηκεν, ὥστε πᾶσαν ὑποτεμέσθαι βασκανίαν· καὶ γὰρ μέλλει μεθ' ὑπερβολῆς ἐγκωμιάζειν αὐτούς. Ἄκουσον γοῦν τῶν ἐπαίνων. Εἰπὼν γὰρ, Γνωρίζω ὑμῖν τὴν χάριν τοῦ Θεοῦ, οὐκ εἶπε, Τὴν δεδομένην ἐν τῇδε καὶ τῇδε τῇ πόλει, ἀλλ' ὁλόκληρον ἐπαινεῖ τὸ ἔθνος λέγων, Ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας. Εἶτα καὶ αὐτὴν διηγεῖται τὴν χάριν. Ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν. Εἶδες σύνεσιν; Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι· Ἐν πολλῇ δοκιμῇ θλίψεως. Ὃ καὶ αὐτοῖς Μακεδόσι ἐπιστέλλων ἔλεγεν, ὅτι Μιμηταὶ ἐγενήθητε τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου· καὶ πάλιν, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε. Τί δέ ἐστιν, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν; Ἀμφότερα μεθ' ὑπερβολῆς γέγονεν αὐτοῖς, φησὶ, καὶ ἡ θλῖψις καὶ ἡ χαρά. Διὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν. Οὐ γὰρ δὴ μόνον λύπην οὐκ ἔτεκεν, ἀλλὰ καὶ ἀφορμὴ γέγονεν αὐτοῖς εὐφροσύνης ἡ θλῖψις, καὶ ταῦτα πολλὴ οὖσα. Τοῦτο δὲ ἔλεγεν, ἀλείφων αὐτοὺς ἐν τοῖς πειρασμοῖς γενναίους εἶναι καὶ ἀπεριτρέπτους. Οὐδὲ γὰρ ἁπλῶς ἐθλίβησαν, ἀλλ' οὕτως ὡς καὶ δόκιμοι γενέσθαι διὰ τῆς ὑπομονῆς· μᾶλλον δὲ οὐ λέγει, διὰ τῆς ὑπομονῆς, ἀλλ', ὃ πλέον ἦν τῆς ὑπομονῆς, χαράν. Καὶ οὐδὲ χαρὰν ἁπλῶς λέγει, ἀλλὰ, περισσείαν χαρᾶς· καὶ γὰρ πολλὴ καὶ ἄφατος ἐβλάστησεν ἐν αὐτοῖς. Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Πάλιν ἀμφότερα ταῦτα μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἡ πολλὴ θλῖψις πολλὴν χαρὰν ἔτεκε, καὶ περισσείαν χαρᾶς· οὕτως ἡ πολλὴ πενία πολὺν πλοῦτον ἔτεκεν ἐλεημοσύνης. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τῷ μέτρῳ τῶν διδομένων, ἀλλὰ τῇ γνώμῃ τῶν παρεχόντων ἡ φιλοτιμία κρίνεται. Διὸ οὐδαμοῦ λέγει πλοῦτον τῶν δοθέντων, ἀλλὰ, Πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον οὐκ ἐνεπόδισεν αὐτοῖς πρὸς δαψιλείαν ἡ πτωχεία, ἀλλὰ καὶ ἀφορμὴ γέγονε τοῦ περισσεῦσαι, ὥσπερ ἡ θλῖψις τοῦ ἡσθῆναι. Ὅσῳ γὰρ ἦσαν πένητες τοσούτῳ μᾶλλον ἐφιλοτιμοῦντο, καὶ προθυμότερον παρεῖχον. Διὸ καὶ σφόδρα αὐτοὺς θαυμάζει, ὅτι ἐκ τοσαύτης πενίας τοσαύτην ἐπεδείξαντο φιλοτιμίαν. Ἡ γὰρ κατὰ βάθους πτωχεία αὐτῶν, τουτέστιν, ἡ πολλὴ καὶ ἄφατος, ἔδειξεν αὐτῶν τὴν ἁπλότητα. Ἀλλ' οὐκ εἶπεν, Ἔδειξεν, ἀλλὰ, Ἐπερίσσευσε· καὶ οὐκ εἶπεν, Ἁπλότητα, ἀλλὰ, Πλοῦτον ἁπλότητος, τουτέστιν, ἀντίῤῥοπον τοῦ μεγέθους τῆς πτωχείας· μᾶλλον δὲ, καὶ πολλῷ μείζονα τὸν ὄγκον ἐπεδείξαντο τῆς δαψιλείας. Εἶτα αὐτὸ καὶ ἑρμηνεύει σαφέστερον, λέγων· Ὅτι κατὰ δύναμιν μαρτυρῶ (ἀξιόπιστος ὁ μάρτυς) καὶ ὑπὲρ δύναμιν· τουτέστιν, Ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· Μᾶλλον δὲ οὐ διὰ τούτου μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς ἁπάντων αὐτὸ δηλοῖ· Αὐθαίρετοι γὰρ, φησίν. Ἰδοὺ καὶ ἑτέρα ὑπερβολή. Μετὰ πολλῆς παρακλήσεως. Ἰδοὺ καὶ τρίτη καὶ τετάρτη. Δεόμενοι ἡμῶν. Ἰδοὺ καὶ πέμπτη. Καὶ ἐν θλίψει ὄντες, καὶ ἐν πενίᾳ. Αὕτη ἕκτη. Καὶ ἑβδόμη, καὶ μεθ' ὑπερβολῆς ἔδωκαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
