Ancient Greek
Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-17
Not analysed yet
Καίτοιγε ὁ Χριστὸς τοὐναντίον ἐπῄνεσεν ἐπὶ τῆς χήρας, ὅτι τὸν βίον ὅλον ἐκένωσε, καὶ ἐκ τοῦ ὑστερήματος ἔδωκεν. Ἀλλ' ἐπειδὴ Κορινθίοις διελέγετο, ἔνθα ᾑρεῖτο λιμώττειν· Καλὸν γάρ μοι μᾶλλον τὸ ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· διὰ τοῦτο συμμεμετρημένῃ χρῆται τῇ παραινέσει, ἐπαινῶν μὲν τοὺς ὑπὲρ δύναμιν, οὐκ ἀναγκάζων δὲ τούτους ποιῆσαι τοῦτο, οὐκ ἐπειδὴ οὐκ ἐβούλετο, ἀλλ' ἐπειδὴ ἀσθενέστεροι ἦσαν. Ἐπεὶ τίνος ἕνεκεν ἐκείνους ἐγκωμιάζει, ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους [αὐτῶν] πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ ὅτι ὑπὲρ δύναμιν ἔδωκαν; οὐκ εὔδηλον, ὅτι καὶ τούτους εἰς ταῦτα ἐνάγων; Ὥστε εἰ καὶ δοκεῖ τὰ ἐλάττονα συγχωρεῖν· ἵνα δι' ἐκείνων ἐπὶ ταῦτα ἀναβιβάσῃ, τοῦτο ποιεῖ. Σκόπει γοῦν καὶ διὰ τῶν ἑξῆς πῶς λανθανόντως αὐτὸ κατασκευάζει. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. Οὐ γὰρ τοῖς εἰρημένοις μόνον, ἀλλὰ καὶ τούτοις κούφην ποιῆσαι βούλεται τὴν ἐντολήν. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀντιδόσεως πάλιν εὐκολωτέραν αὐτὴν καθίστησι, καὶ μείζονα φθέγγεται τῆς ἀξίας αὐτῶν, λέγων· Ἵνα γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ, καὶ τὸ ἐκείνων περίσσευμα εἰς τὸ ὑμῶν ὑστέρημα. Τί δέ ἐστιν ὅ φησι; Κομᾶτε χρήμασιν ὑμεῖς· κομῶσιν ἐκεῖνοι βίῳ καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεόν. Δότε τοίνυν αὐτοῖς ἀφ' ὧν περισσεύετε χρημάτων, ἐκεῖνοι δὲ οὐκ ἔχουσιν, ἵνα λάβητε ἀπὸ τῆς παῤῥησίας καθ' ἣν πλουτοῦσιν ἐκεῖνοι, ὑστερεῖσθε δὲ ὑμεῖς. Ὅρα πῶς τὸ ὑπὲρ δύναμιν, καὶ τὸ ἐκ τοῦ ὑστερήματος διδόναι κατεσκεύασε λανθανόντως. Εἰ γὰρ βούλει, φησὶν, ἐκ τοῦ περισσεύματος λαβεῖν, ἐκ τοῦ περισσεύματος δός· εἰ δὲ ὁλόκληρον ἐπισπάσασθαι, ἐκ τοῦ ὑστερήματος παρέξεις, καὶ ὑπὲρ δύναμιν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, καταλείπει δὲ αὐτὸ τῷ λογισμῷ τῶν ἀκροατῶν· αὐτὸς δὲ τὸ προκείμενον, καὶ τὴν σύμμετρον παραίνεσιν τέως ἐργάζεται, κατὰ τὸ φαινόμενον ἐπάγων καὶ λέγων· Ὅπως γένηται ἰσότης ἐν τῷ νῦν καιρῷ. Πῶς ἰσότης; Τὰ περισσεύματα ἀντιδιδόντων ὑμῶν κἀκείνων, καὶ τὰ ὑστερήματα πληρούντων. Καὶ ποία αὕτη ἰσότης, σαρκικῶν πνευματικὰ ἀντιδιδόναι; πολλὴ γὰρ ἐνταῦθα ὑπεροχή· πῶς οὖν ἰσότητα καλεῖ; Ἣ κατὰ τὸ περισσεύειν καὶ ὑστερεῖσθαι, ἣ κατὰ τὸν παρόντα βίον τοῦτο φησὶ γενέσθαι μόνον. Διὰ γὰρ τοῦτο εἰπὼν, Ἰσότης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Ταῦτα δὲ ἔλεγε, καὶ τῶν πλουτούντων καταστέλλων τὰ φρονήματα, καὶ δεικνὺς, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἐν πλείονι οἱ πνευματικοὶ ὑπεροχῇ. Ἐντεῦθεν μὲν γὰρ πολλῆς ἅπαντες ἀπολαύομεν ἰσοτιμίας· τότε δὲ πολλὴ διάκρισις, καὶ μεγίστη ὑπεροχὴ, ὑπὲρ τὸν ἥλιον λαμπόντων τῶν δικαίων. Εἶτα ἐπειδὴ ἔδειξεν αὐτοὺς οὐ διδόντας μόνον, ἀλλὰ καὶ ἀντιλαμβάνοντας μείζονα, καὶ ἑτέρωθεν βούλεται κατασκευάσαι τὴν προθυμίαν αὐτῶν, δεικνὺς ὅτι οὐδ' εἰ μὴ μεταδοῖεν ἑτέροις, ἕξουσί τι πλέον, πάντα ἔνδον συνάγοντες. Καὶ παράγει παλαιὰν ἱστορίαν, οὕτω λέγων· Καθὼς γέγραπται, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Τοῦτο δὲ ἐπὶ τοῦ μάννα γέγονεν. Οἵ τε γὰρ πλεῖον συναγαγόντες, οἵ τε ἔλαττον τὸ αὐτὸ μέτρον εὑρίσκοντο ἔχοντες, τὴν ἀπληστίαν τοῦ Θεοῦ ταύτῃ κολάζοντος. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ φοβῶν αὐτοὺς ἀπὸ τῶν τότε γενομένων, καὶ μηδαμοῦ τοῦ πλείονος ἐφίεσθαι πείθων, μηδὲ ἀλγεῖν ἐπὶ τῷ ἔλαττον ἔχειν. Τοῦτο δὲ καὶ νῦν γινόμενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων, οὐκ ἐπὶ τοῦ μάννα μόνον. Εἰ γὰρ ἅπαντες μίαν γαστέρα πληροῦμεν, καὶ τὸν αὐτὸν χρόνον ζῶμεν, καὶ ἓν σῶμα περιβαλλόμεθα· οὐδὲν οὔτε τῷ πλουτοῦντι πλέον ἀπὸ τῆς περιουσίας ἔσται, οὔτε τῷ πένητι ἀπὸ τῆς πτωχείας ἔλαττον. Τί τοίνυν τρέμεις πενίαν; τί δὲ διώκεις πλοῦτον; Δέδοικα, φησὶ, μὴ ἀναγκασθῶ ἐπὶ τὰς ἑτέρων θύρας ἐλθεῖν, καὶ δεηθῆναι τοῦ πλησίον. Πολλῶν δὲ καὶ εὐχομένων τοῦτο ἀκούω συνεχῶς, καὶ λεγόντων, Μή με ἀφῇς ἐν χρείᾳ ἀνθρώπων καταστῆναί ποτε. Καὶ σφόδρα γελῶ ταῦτα ἀκούων· καὶ γὰρ παιδικὸς ὁ φόβος. Καθ' ἑκάστην γὰρ ἡμέραν, καὶ ἐν ἅπασιν, ὡς εἰπεῖν, ἐν χρείᾳ ἀλλήλων καθεστήκαμεν. Ὥστε ἀπερισκέπτου ψυχῆς καὶ πεφυσιωμένης ταυτὶ τὰ ῥήματα, καὶ οὐ διαγινωσκούσης σαφῶς τὴν τῶν πραγμάτων φύσιν. Οὐχ ὁρᾷς, ὅτι πάντες ἀλλήλων χρῄζομεν; ὁ στρατιώτης τοῦ χειροτέχνου, ὁ χειροτέχνης τοῦ ἐμπόρου, ὁ ἔμπορος τοῦ γεωργοῦ, ὁ δοῦλος τοῦ ἐλευθέρου, ὁ δεσπότης τοῦ δούλου, ὁ πένης τοῦ πλουσίου, ὁ πλούσιος τοῦ πένητος, ὁ μηδὲν ἐργαζόμενος τοῦ διδόντος ἐλεημοσύνην, ὁ παρέχων τοῦ λαμβάνοντος· καὶ γὰρ ὁ λαμβάνων ἐλεημοσύνην, μεγίστην χρείαν πληροῖ, καὶ πάντων μείζονα. Εἰ γὰρ μὴ πένητες ἦσαν, τὸ πλέον ἂν ἀνετράπη τῆς ἡμετέρας σωτηρίας, οὐκ ἐχόντων ποῦ καταβαλεῖν τὰ χρήματα. Ὥστε καὶ ὁ δοκῶν ἁπάντων ἀχρηστότερος εἶναι πένης, οὗτος ἁπάντων ἐστὶ χρησιμώτερος. Εἰ δὲ τὸ ἑτέρου δεῖσθαι, αἰσχρὸν, ἀποθανεῖν λείπεται· οὐ γὰρ ἔνι ζῆσαι τοῦτο δεδοικότα. Ἀλλ' οὐ δύναμαι, φησὶν, ἐνεγκεῖν ὀφρῦν ἀνεσπασμένην. Τί ἄλλον διαβάλλων ἐπ' ἀλαζονείᾳ, σαυτὸν καταισχύνεις τῇ κατηγορίᾳ ταύτῃ; καὶ γὰρ ἀλαζονικὸν τὸ μὴ φέρειν ὑπερηφάνου ψυχῆς φύσημα. Τί δὲ τὰ μηδενὸς ὄντα λόγου ἄξια ταῦτα δέδοικας, ταῦτα τρέμεις, καὶ διὰ ταῦτα τὴν πενίαν φρίττεις; Κἂν γὰρ πλούσιος ᾖς, ἐν πλειόνων καταστήσῃ χρείᾳ, καὶ πλειόνων καὶ εὐτελεστέρων. Ὅσῳ γὰρ ἂν πλουτῇς, τοσοῦτον τῇ ἀρᾷ ταύτῃ σαυτὸν ὑποβάλλεις.