Ancient Greek
Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-18
Not analysed yet
Διὰ τοῦτο τοιούτους ἐπεζητήσαμεν, καὶ οὐχὶ ἑνὶ μόνῳ τὸ πᾶν ἐπετρέψαμεν, ἵνα καὶ ταύτην φύγῃ τὴν ὑποψίαν, ἀλλὰ καὶ Τίτον ἐπέμψαμεν, καὶ μετὰ τούτου ἕτερον. Εἶτα ἑρμηνεύων αὐτὸ τοῦτο τὸ, Πρὸς τὴν δόξαν τοῦ Κυρίου καὶ προθυμίαν ὑμῶν, ἐπήγαγε· Στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Τί ποτέ ἐστι τὸ λεγόμενον; Ἄξιον τῆς ἀρετῆς Παύλου, καὶ τὴν πολλὴν αὐτοῦ κηδεμονίαν ἐμφαῖνον καὶ τὴν συγκατάβασιν. Ἵνα γὰρ μή τις ἡμᾶς ὑποπτεύσῃ, φησὶ, μηδὲ τὸν τυχόντα μῶμον καθ' ἡμῶν σχῇ, ὡς νοσφιζομένων ἐκ τῶν ἐγχειριζομένων ἡμῖν χρημάτων, διὰ τοῦτο τοιούτους ἐπέμψαμεν, καὶ οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δύο καὶ τρεῖς. Εἶδες πῶς ἀπαλλάττει πάσης ὑποψίας αὐτούς; οὐκ ἀπὸ τοῦ εὐαγγελίου, οὐδὲ ἀπὸ τοῦ χειροτονηθῆναι μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ δοκίμους, καὶ δι' αὐτὸ τοῦτο χειροτονηθῆναι, ἵνα μὴ ὑποπτεύωνται. Καὶ οὐκ εἶπε, Μὴ ὑμεῖς μωμήσησθε, ἀλλὰ, Μή τις ἄλλος. Καίτοι γε δι' αὐτοὺς τοῦτο ἐποίησε, καὶ ᾐνίξατο εἰπὼν, Εἰς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ὑμῶν· ἀλλ' ὅμως οὐ βούλεται αὐτοὺς πλῆξαι, ἀλλ' ἑτέρως φησὶ, Στελλόμενοι τοῦτο ποιῆσαι· καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ θεραπεύει πάλιν λέγων, Ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· καὶ μετ' ἐγκωμίου τὸ βαρὺ τιθείς. Ἵνα γὰρ μὴ ἀλγήσωσι, μηδὲ εἴπωσιν, Ἡμᾶς οὖν ὑφορᾶσθαι ἔχεις, καὶ οὕτως ἐσμὲν ἄθλιοι, ὡς ὑποπτεῦσθαί ποτε ἐπὶ τούτοις; ἐπιδιορθούμενος αὐτούς φησι, πολλὰ τὰ χρήματα τὰ ὑφ' ὑμῶν ἐστι πεμπόμενα, καὶ αὕτη ἡ ἁδρότης, τουτέστι, τὸ πλῆθος τῶν χρημάτων, ἱκανὸν τοῖς πονηροῖς παρασχεῖν ὑποψίαν, εἰ μὴ ἐπεδειξάμεθα τὴν ἀσφάλειαν. Προνοοῦμεν γὰρ καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Τί ἴσον Παύλου γένοιτ' ἄν; Οὐδὲ γὰρ εἶπεν, Ἀπολλύσθω καὶ οἰμωζέτω ὁ βουλόμενος τοιοῦτόν τι ὑποπτεύειν· ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων· ἀλλ' ὅσῳ ἀσθενέστεροι ἦσαν, τοσούτῳ συγκατέβαινε μᾶλλον. Τῷ γὰρ κάμνοντι οὐκ ἀγανακτεῖν, ἀλλὰ βοηθεῖν χρή. Καίτοι γε τίνος ἁμαρτήματός ἐσμεν πόῤῥω, ὡς ἐκεῖνος τῆς τοιαύτης ὑποψίας; Οὐδὲ γὰρ, εἰ δαίμων τις ἦν, ὑπώπτευσεν ἂν τὸν μακάριον ἐκεῖνον εἰς τὴν διακονίαν ταύτην. Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν βουλομένοις· καὶ οὐ μόνον κατηγορίας φεύγει, ἀλλὰ καὶ μώμους καὶ τὴν τυχοῦσαν κατάγνωσιν καὶ ψιλὴν ὑπόνοιαν. Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν. Ἰδοὺ πάλιν καὶ ἕτερον προστίθησι, καὶ τοῦτον μετ' ἐγκωμίου καὶ τῆς αὐτοῦ ψήφου καὶ πολλῶν ἑτέρων μαρτύρων. Ὃν ἐδοκιμάσαμεν, φησὶν, ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπου δαιότερον. Ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει· καὶ ὃ περὶ Τίτου ἔλεγεν, ὅτι Σπουδαιότερος ὑπάρχων αὐθαίρετος ἐξῆλθε, τοῦτο καὶ περὶ τούτου, εἰπὼν, Νῦν δὲ πολὺ σπουδαιότερον· σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης. Καὶ λοιπὸν, ἐπειδὴ ἐπέδειξεν αὐτῶν τὴν ἀρετὴν, παρακαλεῖ καὶ αὐτοὺς ὑπὲρ αὐτῶν, λέγων· Εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Τί ἐστιν, Εἴτε ὑπὲρ Τίτου; Εἰ δεῖ τι εἰπεῖν, φησὶν, ὑπὲρ Τίτου, ταῦτα ἔχω λέγειν ὅτι κοινωνὸς ἐμὸς, καὶ εἰς ὑμᾶς συνεργός. Ἢ γὰρ τοῦτό φησιν, ἢ, Εἴ τι ὑπὲρ Τίτου ποιήσετε, ὅτι οὐκ εἰς τὸν τυχόντα ποιήσετε· κοινωνὸς γὰρ ἐμός ἐστι. Καὶ δοκῶν ἐγκωμιάζειν τοῦτον, ἐκείνους ἐπαίρει, δεικνὺς οὕτω περὶ αὐτὸν διακειμένους, ὡς ἀρκεῖν εἰς τιμῆς ὑπόθεσιν παρ' αὐτοῖς τὸ κοινωνὸν αὐτοῦ τινα φαίνεσθαι. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγε λέγων· Εἰς ὑμᾶς συνεργός. Οὐχ ἁπλῶς συνεργὸς, ἀλλ' ἐν τοῖς πρὸς ὑμᾶς, ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ, ἐν τῇ ἐπιδόσει, ἐν τῇ φιλίᾳ, ἐν τῇ σπουδῇ τῇ περὶ ὑμᾶς· ὅπερ μάλιστα οἰκειῶσαι αὐτοῖς αὐτὸν ἠδύνατο. Εἴτε ἀδελφοὶ ἡμῶν. Εἴτε ὑπὲρ τῶν ἄλλων, φησὶν, ἀκοῦσαί τι βούλεσθε, καὶ οὗτοι μέγιστα ἔχουσι δικαιώματα συστάσεως τῆς πρὸς ὑμᾶς. Καὶ γὰρ καὶ αὐτοὶ, φησὶν, Ἀδελφοὶ ἡμῶν, καὶ ἀπόστολοι Ἐκκλησιῶν· τουτέστιν, ὑπὸ Ἐκκλησιῶν πεμφθέντες. Εἶτα τὸ μεῖζον ἁπάντων, Δόξα Χριστοῦ. Εἰς ἐκεῖνον γὰρ ἀναφέρεται ἅπερ ἂν εἰς τούτους γένηται. Εἴτε οὖν ὡς ἀδελφοὺς βούλεσθε δέξασθαι, εἴτε ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, εἴτε ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες, πολλὰς ἔχετε ἀφορμὰς τῆς περὶ αὐτοὺς εὐνοίας. Ὑπὲρ μὲν γὰρ Τίτου ἔχω λέγειν, ὅτι καὶ ἐμὸς κοινωνὸς καὶ ὑμῶν ἐραστὴς, ὑπὲρ δὲ τούτων, ὅτι ἀδελφοὶ, ὅτι ἀπόστολοι Ἐκκλησιῶν, ὅτι δόξα Χριστοῦ.