# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-19

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-19

Μείζων ἡ ἐντροπὴ, ὅταν πολλοὺς ἐπιστήσῃ τοὺς θεατὰς, αὐτοὺς τοὺς ἀκηκοότας. Καὶ οὐκ εἶπε, Φέρω γὰρ Μακεδόνας μετ' ἐμοῦ, ἔρχονται γὰρ Μακεδόνες μετ' ἐμοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες αὐτὸ ποιεῖν· ἀλλὰ πῶς; Μή πως, ἐὰν ἔλθωσι σὺν ἐμοὶ Μακεδόνες. Συμβαίνει γὰρ τοῦτο, φησὶ, γενέσθαι, τῶν ἐγχωρούντων ἐστίν. Οὕτω γὰρ καὶ ἀνύποπτον ἐποίει τὸν λόγον· εἰ δὲ ἐκείνως εἶπε, καὶ φιλονεικοτέρους ἐποίησεν ἄν. Ὅρα πῶς οὐκ ἀπὸ τῶν πνευματικῶν μόνον αὐτοὺς ἐνάγει, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρωπίνων. Εἰ γὰρ καὶ ἐμὲ οὐδὲν μέγα τίθεσθε, φησὶ, θαῤῥεῖτε δὲ ὡς συγγινώσκοντι, ἀλλ' ἐννοεῖτε Μακεδόνας, Μή πως, ἐὰν ἔλθωσι, καὶ εὕρωσιν ὑμᾶς· καὶ οὐκ εἶπε, μὴ βουλομένους, ἀλλὰ, ἀπαρασκευάστους, μηδέπω τὸ πᾶν πεπληρωκότας. Εἰ δὲ τοῦτο αἰσχύνη, τὸ μὴ ταχέως ἐνεγκεῖν· τὸ μηδὲ ὅλως εἰσενεγκεῖν, ἢ ἔλαττον τοῦ δέοντος, ἐννόησον ἡλίκον. Εἶτα πράως τὸ ἐξ αὐτοῦ συμβησόμενον, καὶ πληκτικῶς τίθησιν, οὕτως εἰπών· Καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν, ὑμεῖς. Καὶ κολάζει πάλιν λέγων· Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως· οὐ ῥᾳθυμοτέρους ποιῶν, ἀλλὰ δεικνὺς, ὅτι τοὺς ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντας, καὶ ἐν ταύτῃ πολλὴν ἔχειν δεῖ τὴν παῤῥησίαν. Ἀναγκαῖον οὖν ἡγησάμην προπέμψαι τοὺς ἀδελφοὺς, ἵνα προκαταρτίσωσι ταύτην τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν. Πάλιν αὐτὸ ἀνέλαβεν ἑτέρως· καὶ ἵνα μὴ δόξῃ ἁπλῶς ταῦτα λέγειν, καὶ τὴν αἰτίαν τῆς ὁδοῦ οὐκ ἄλλην εἶναί φησιν, ἀλλ' ὥστε μὴ καταισχυνθῆναι αὐτούς. Ὁρᾷς ὅτι τὸ, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀρχὴ συμβουλῆς ἦν; Ὁρᾷς γοῦν ὅσα περὶ ταύτης διαλέγεται τῆς διακονίας; Μετὰ δὲ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ἵνα μὴ δόξῃ ἐναντιολογεῖσθαι εἰπὼν περιττὸν, καὶ περὶ αὐτοῦ διαλεγόμενος, πρὸς τῷ περὶ τάχους διαλέγεσθαι καὶ δαψιλείας καὶ προθυμίας, διὰ τούτων κἀκεῖνο κατασκευάζει. Τὰ γὰρ τρία ταῦτα ἀπαιτεῖ, καὶ ἐκίνησε μὲν ταυτὶ τὰ κεφάλαια καὶ ἐν ἀρχῇ· ὅταν γὰρ λέγῃ, Ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν, καὶ ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι καὶ πολὺ εἰσήνεγκαν, καὶ μετὰ χαρᾶς, καὶ μετὰ τάχους, καὶ οὐ μόνον τὸ δοῦναι οὐ πολὺ ἐλύπησεν, ἀλλ' οὐδὲ τὸ ἐν πειρασμοῖς εἶναι· ὅπερ τοῦ δοῦναι φορτικώτερον. Καὶ τὸ, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, καὶ τοῦτο καὶ τὴν προθυμίαν αὐτῶν δείκνυσι, καὶ τὸ σφόδρα αὐτοὺς πιστεύειν. Πάλιν δὲ καὶ ἐνταῦθα αὐτὰ μεταχειρίζει. Ἐπειδὴ γὰρ ταῦτα ἐναντία ἐστὶ, φιλοτιμία καὶ προθυμία, καὶ ὁ μὲν πολὺ δοὺς πολλάκις ἀθυμεῖ, ὁ δὲ ὑπὲρ τοῦ μὴ ἀλγεῖν ἔλαττον δίδωσιν, ὅρα πῶς ἑκατέρους ἐπιμελεῖται, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως. Οὐ γὰρ εἶπεν, Ὀλίγον βέλτιον δοῦναι καὶ μετὰ προαιρέσεως, ἣ πολὺ μετὰ ἀνάγκης· ἐπειδὴ καὶ πολὺ, καὶ μετὰ προαιρέσεως ἠβούλετο αὐτοὺς εἰσενεγκεῖν· ἀλλὰ πῶς; Ἵνα προκαταρτίσωσι τὴν εὐλογίαν ὑμῶν ἑτοίμην εἶναι ὡς εὐλογίαν, μὴ ὡς πλεονεξίαν. Πρότερον ἀπὸ τοῦ ἡδίστου καὶ κουφοτέρου ἄρχεται, τοῦ μὴ μετὰ ἀνάγκης· Εὐλογία γὰρ, φησὶν, ἐστίν. Ὅρα πῶς ἐν τάξει παραινέσεως τὸν καρπὸν εὐθέως δείκνυσι βλαστάνοντα, καὶ εὐλογίας πεπληρωμένους τοὺς παρέχοντας. Καὶ τῇ προσηγορίᾳ αὐτοὺς ἐπεσπάσατο· οὐδεὶς γὰρ εὐλογίαν δίδωσι μετὰ λύπης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε· Μὴ ὡς πλεονεξίαν. Μὴ νομίσητε, φησὶν, ὅτι ὡς πλεονεκτοῦντες αὐτὴν λαμβάνομεν, ἀλλ' ὥστε αἴτιοι γενέσθαι ὑμῖν εὐλογίας. Ἡ γὰρ πλεονεξία ἀκόντων ἐστίν· ὥστε ὁ διδοὺς ἐλεημοσύνην ἄκων, πλεονεξίαν δίδωσιν. Εἶτα ἀπὸ τούτου πάλιν ἐπ' ἐκεῖνο μετέβη, τὸ φιλοτίμως διδόναι. Τοῦτο δὲ λέγω. Τουτέστιν, ὅτι μετὰ τούτου κἀκεῖνό φημῖ. Ποῖον; ὅτι Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Καὶ οὐκ εἶπε, Μικρολόγως, ἀλλ' εὐφημότερον, τὸ τοῦ φειδωλοῦ θεὶς ὄνομα. Καὶ σπόρον τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα εὐθέως πρὸς τὴν ἀντίδοσιν ἴδῃς, καὶ τὸν ἀμητὸν ἐννοήσας, μάθῃς ὅτι πλείονα λαμβάνεις ἢ δίδως. Διὸ οὐκ εἶπεν, Ὁ διδοὺς, ἀλλ', Ὁ σπείρων· καὶ οὐκ εἶπεν, Ὑμεῖς ἐὰν σπείρητε, ἀλλὰ καθολικὸν τὸν λόγον ποιεῖ. Οὐδὲ εἶπε, Δαψιλῶς, ἀλλ', Ἐπ' εὐλογίαις· ὃ πολὺ τούτου μεῖζον ἦν. Καὶ πάλιν ἐπὶ τὸ πρότερον τὸ ἡδὺ καταφεύγει, λέγων· Ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ. Μᾶλλον γὰρ ἐξουσίαν τις λαβὼν, ἢ ἀναγκαζόμενος ποιεῖ. Διὸ καὶ τούτῳ ἐνδιατρίβει· εἰπὼν γὰρ, Καθὼς προαιρεῖται, ἐπήγαγε· Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἀπὸ Γραφῆς μαρτυρίαν ἐπάγει, λέγων· Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἶδες πῶς συνεχῶς τοῦτο τίθησιν; Οὐ κατ' ἐπιταγὴν λέγω, καὶ, Γνώμην ἐν τούτῳ δίδωμι, καὶ, Ὡς εὐλογίαν, καὶ μὴ ὡς πλεονεξίαν· καὶ πάλιν, Μὴ ἐκ λύπης, μηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἐνταῦθα οἶμαι τὸ ἱλαρὸν δαψιλῆ λέγεσθαι· πλὴν αὐτὸς εἰς τὸ μετὰ προθυμίας διδόναι αὐτὸ παρέλαβεν. Ἐπειδὴ γὰρ τὸ παράδειγμα Μακεδόνων, καὶ τὰ ἄλλα ἅπαντα ἱκανὰ ἦν ἐργάσασθαι τὴν πολυτέλειαν· οὐ πολλὰ περὶ αὐτῆς φθέγγεται, ἀλλὰ περὶ τοῦ μὴ ἄκοντας διδόναι. Εἰ γὰρ ἔργον ἐστὶν ἀρετῆς, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ὑποτέμνεται τὸν μισθὸν, εἰκότως τοῦτο ἐργάζεται. Καὶ οὐ συμβουλεύει μόνον, ἀλλὰ καὶ ἐπεύχεται, ὅπερ ἀεὶ ποιεῖ, λέγων· Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν πληρῶσαι εἰς ὑμᾶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
