# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-20

Εἶδες Παύλου σύνεσιν, πῶς ἐπάρας αὐτοὺς, τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ, χάριν τὸ πρᾶγμα καλέσας; Ἐπειδὴ γὰρ μεγάλα περὶ αὐτῶν ἐφθέγξατο, λειτουργοὺς αὐτοὺς εἰπὼν, καὶ ἐπάρας εἰς ὕψος· εἴ γε αὐτοὶ μὲν ἐλειτούργουν, αὐτὸς δὲ διηκονεῖτο· καὶ δοκίμους ὀνομάσας, δείκνυσιν ὅτι πάντων τούτων ὁ Θεὸς αἴτιος· καὶ αὐτὸς μετ' ἐκείνων πάλιν εὐχαριστίαν ἀναφέρει λέγων· Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Δωρεὰν δὲ ἐνταῦθα λέγει καὶ τὰ τοσαῦτα ἀγαθὰ τὰ διὰ τῆς ἐλεημοσύνης γινόμενα καὶ τοῖς λαμβάνουσι καὶ τοῖς παρέχουσιν· ἢ τὰ ἀπόῤῥητα ἀγαθὰ τὰ διὰ τῆς παρουσίας αὐτοῦ τῇ οἰκουμένῃ πάσῃ μετὰ πολλῆς δωρηθέντα τῆς φιλοτιμίας· ὃ καὶ μάλιστα ἔστιν ὑποπτεῦσαι. Ἵνα γὰρ καὶ καταστείλῃ, καὶ δαψιλεστέρους ἐργάσηται, ὧν ἔτυχον παρὰ τοῦ Θεοῦ, τούτων αὐτοὺς ἀναμιμνήσκει. Καὶ γὰρ μέγιστον τοῦτο εἰς προτροπὴν ἀρετῆς ἁπάσης· διὸ καὶ ἐνταῦθα τὸν λόγον κατέκλεισεν. Εἰ δὲ ἡ δωρεὰ ἀνεκδιήγητος, τί τῆς μανίας ἴσον γένοιτ' ἂν τῶν τὴν οὐσίαν αὐτοῦ περιεργαζομένων; Οὐχ ἡ δωρεὰ δὲ αὐτοῦ μόνον ἀνεκδιήγητος, ἀλλὰ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, δι' ἧς τὰ ἄνω τοῖς κάτω κατήλλαξε. Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον· ποιησόμεθα δὲ, ἂν τὴν ἀμετρίαν φύγωμεν, ἂν τὴν μέθην, ἂν τὴν ἀδηφαγίαν. Καὶ γὰρ καὶ σῖτα καὶ ποτὰ δέδωκεν ὁ Θεὸς, οὐκ εἰς ἀμετρίαν, ἀλλὰ εἰς τροφήν. Οὐδὲ γὰρ ὁ οἶνος ποιεῖ τὴν μέθην· ἐπεὶ εἰ τοῦτο ἦν, πάντας ἔδει μεθύειν. Ἀλλ' οὐκ ἐχρῆν, φησὶν, οὐδὲ τὸ πολὺ βλάπτειν. Μεθυόντων ταυτὶ τὰ ῥήματα. Εἰ γὰρ τὸ πολὺ βλάπτει, καὶ οὐδὲ οὕτως ἀφίστασαι τῆς πλεονεξίας· εἰ οὕτως αἰσχρὸν καὶ ἐπιβλαβὲς τοῦτο, καὶ οὐδὲ οὕτω λήγεις τῆς πονηρᾶς ἐπιθυμίας· εἰ ἐξῆν καὶ πολὺ πίνειν, καὶ μηδὲν παραβλάπτεσθαι, ποῦ ἂν ἔστης τῆς πλεονεξίας; ἆρα οὐκ ἂν ἐπεθύμησας, καὶ τοὺς ποταμοὺς γενέσθαι οἶνον; οὐκ ἂν πάντα ἀπώλεσας καὶ διέφθειρας; Εἰ μέτρον ἐστὶ τροφῆς, καὶ τοῦτο ὑπερβάντες βλαπτόμεθα, καὶ οὐδὲ οὕτως ἀνέχῃ τοῦ χαλινοῦ, ἀλλὰ διαῤῥήξας αὐτὸν τὰ πάντων λαμβάνεις, ἵνα λειτουργήσῃς τῇ πονηρᾷ τῆς γαστριμαργίας τυραννίδι· τί οὐκ ἂν ἐποίησας, εἰ τοῦτο ἀνῃρέθη τὸ μέτρον τῆς φύσεως; Οὐκ ἂν πάντα τὸν χρόνον εἰς τοῦτο ἀνάλωσας; Ἔδει οὖν οὕτως ἐπιθυμίαν ἄτοπον ἰσχυρὰν ποιῆσαι, καὶ τὴν βλάβην μὴ κωλῦσαι τὴν ἐκ τῆς ἀμετρίας; καὶ πόσαι οὐκ ἂν ἐτέχθησαν ἐντεῦθεν ἕτεραι βλάβαι; Ἀλλ' ὢ τῶν ἀνοήτων. οἳ, καθάπερ βορβόρῳ κυλινδούμενοι τῇ μέθῃ καὶ ταῖς λοιπαῖς ἀσωτίαις, ὅταν μικρὸν ἀνανήψωσιν, οὐδὲν ἄλλο τι κάθηνται ποιοῦντες, ἢ ταυτὶ φθεγγόμενοι, Διὰ τί τοῦτο εἰς τοῦτο ἀναλίσκεται, δέον τοῖς ἑαυτῶν κρίνειν πλημμελήμασιν; Ἀνθ' οὗ γὰρ λέγεις, Διὰ τί ὅρους τέθεικε; διὰ τί μὴ πάντα ἀτάκτως φέρεται; εἰπὲ, Διὰ τί μὴ παυόμεθα μεθύοντες; διὰ τί μὴ λαμβάνομεν κόρον; διὰ τί τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι; Ταῦτα γὰρ ἔδει ζητεῖν πρὸς ἀλλήλους, καὶ τῆς ἀποστολικῆς ἀκούειν φωνῆς, καὶ εἰδέναι πόσα τούτοις μαρτυρεῖ τὰ ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἁρπάζειν τοῦτον τὸν θησαυρόν. Καὶ γὰρ δοκίμους τοῦτο ποιεῖ, καθάπερ αὐτὸς ἔφησε, τὸ χρημάτων ὑπερορᾷν, καὶ τὸν Θεὸν δοξάζεσθαι παρασκευάζει, καὶ ἀγάπην θερμαίνει, καὶ μεγαλοψύχους ἐργάζεται, καὶ ἱερέας καθίστησι καὶ ἱερωσύνην πολὺν φέρουσαν τὸν μισθόν. Ὁ γὰρ ἐλεήμων οὐ ποδήρη ἐνδέδυται, οὐδὲ κώδωνας περιφέρει, οὐδὲ στέφανον ἀναδεῖται, ἀλλὰ ἀναβέβληται μὲν τῆς φιλανθρωπίας στολὴν, τῆς ἱερᾶς ἐσθῆτος ἁγιωτέραν οὖσαν, κέχρισται δὲ ἐλαίῳ, οὐκ ἐξ ὕλης αἰσθητῆς συγκειμένῳ, ἀλλ' ὑπὸ Πνεύματος γεωργουμένῳ, ἔχει δὲ στέφανον ἀπὸ τῶν οἰκτιρμῶν· Τὸν στεφανοῦντά σε γὰρ, φησὶν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ. Πῶς γάρ; Γενήσεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
