# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-22

Ἐνταῦθα καὶ ἀλαζόνας δείκνυσιν ὄντας ἐκείνους, καὶ μεγάλα περὶ ἑαυτῶν φθεγγομένους· καὶ κωμῳδεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ' ἡμεῖς οὐδὲν τοιοῦτον· ἀλλ' εἴ τινα καὶ μεγάλα εἰργασάμεθα, ἐπὶ τὸν Θεὸν ἅπαντα ἀναφέρομεν, καὶ ἀλλήλοις ἑαυτοὺς παραβάλλομεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς οὐ συνιοῦσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ πρὸς ἐκείνους ἑαυτοὺς παραβάλλομεν, ἀλλὰ πρὸς ἀλλήλους. Καὶ γὰρ προϊὼν ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ πάλιν, Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ. Ὥστε ἑαυτοῖς συγκρίνομεν ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκείνων, ὅτι Οὐ τολμῶμεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους ἁμιλλωμένοις καὶ μεγάλα κομπάζουσι, καὶ μὴ συνιοῦσι, τουτέστι, μὴ αἰσθανομένοις πῶς εἰσι καταγέλαστοι τοιαῦτα ἀλαζονευόμενοι, καὶ μεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαίροντες. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγορεῖν. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ μέτρον οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπεινοφροσύνη αὐτοῦ κατάδηλος, καὶ ὅτι οὐδὲν πλεῖον ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ Θεῷ ἀνατίθησι. Κατὰ γὰρ τὸ μέτρον, φησὶν, τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Καθάπερ γεωργοῖς ἄμπελον διανέμων, οὕτως ἡμῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατηξιώθημεν φθάσαι, μέχρι τούτου καυχώμεθα. Οὐ γὰρ μὴ ὡς ἐφικόμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· μέχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς παρεγενόμεθα, ἀλλὰ κατηγγείλαμεν, ἐκηρύξαμεν, ἐπείσαμεν, κατωρθώσαμεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παραγινομένους τοῖς τῶν ἀποστόλων μαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδημίας. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ μέχρις ὑμῶν ἰσχύσαμεν ἐλθεῖν, καὶ τῷ λόγῳ μόνον ἐκτείνομεν τὴν μέχρις ἡμῶν καύχησιν· καὶ γὰρ καὶ ὑμῖν τὸν λόγον ἐκηρύξαμεν. Οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἀλλ' ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄμετρα ἐκαυχῶντο, καὶ ὅτι εἰς τὰ ἀλλότρια, καὶ ὅτι τῶν μὲν ἀποστόλων ὁ ἱδρὼς ἦν ἅπας, ἐκεῖνοι δὲ ἐκαλλωπίζοντο τοῖς ἐκείνων κόποις. Ἡμεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα ἐπεδείξαμεν. Οὐ τοίνυν ἐκείνους μιμησόμεθα, ἀλλ' ἔνθα ἡμῖν μαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦμεν. Καὶ τί λέγω, φησὶν, ὑμᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανομένης τῆς πίστεως ὑμῶν· οὐ γὰρ ἀποφαίνεται ἁπλῶς, τὸ οἰκεῖον ἦθος μιμούμενος, ἀλλ', Ἐλπίζω, φησὶν, ὑμῶν ἐπιδιδόντων, ὅτι καὶ περαιτέρω ὁ κανὼν, ἡμῶν ἐπεκταθήσεται, εἰς τὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόμεθα γὰρ καὶ περαιτέρω, φησὶν, ὥστε κηρῦξαι καὶ καμεῖν, οὐχ ὥστε λόγοις κομπάζειν ὑπὲρ ὧν ἔκαμνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης ἐλθὼν καὶ κληρονομίαν ἀρίστην, καὶ δεικνὺς τὸ ἔργον τοῦ Θεοῦ ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν, ὡς ἐκεῖνοι μηδὲν ἔχοντες, οὐδὲ ἑαυτοῖς τι λογιζόμεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν. Διὸ καὶ ἐπάγει, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡμῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν, ἀλλ', Ὃν ὁ Κύριος συνίστησιν. Εἶδες πῶς συνεσταλμένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς μαθητὰς τῆς πλάνης ἀπήλλαξεν. Ἔστι γὰρ καὶ μετριάζοντα ἀκαίρως, βλάψαι, καὶ λέγοντά τι περὶ ἑαυτοῦ θαυμαστὸν εὐκαίρως, ὠφελῆσαι. Ὥσπερ οὖν καὶ αὐτὸς ἐποίησε. Καὶ γὰρ κίνδυνος ἦν οὐ μικρὸς, περὶ Παύλου τι πεισθῆναι φαῦλον τοὺς μαθητὰς, οὐκ ἐπειδὴ Παῦλος ἐζήτει τὴν παρ' ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν ἂν ἐσίγησε χρόνον τοσοῦτον· οὐδ' ἂν, ἀνάγκης ἐπικειμένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν. Δῆλον δὲ, ὅτι οὐδ' ἂν τότε εἶπεν, εἰ μὴ σφόδρα κατηναγκάσθη. Οὐκοῦν οὐ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητῶν, ταῦτα ἔλεγεν, ἀλλὰ τῶν μαθητῶν κηδόμενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα. Διὰ τοῦτο γοῦν καὶ ἀθρόον μετέστη, καὶ μεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ' αὐτῶν τιμὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶ ὁ προστάτης αὐτὸς ἦν. Ἀλλ' οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν ἀλήθειαν εὗρεν, ἀλλ' ὕβρεις καὶ ἀτιμίας αὐτῶν ἀντηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούμενος. Ὁ γὰρ μήτε γέενναν, μήτε βασιλείαν ἡγούμενός τι εἶναι, μήτε κόσμους μυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς ἂν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐθήρευεν; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφημον καὶ διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ μαθητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ' αὐτοῦ μαθὼν, ἐκπομπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷ μετὰ ταῦτα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
