# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-24

Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν καὶ προγόνους Ἑβραίους, ἀπὸ τῆς τῶν πολλῶν δόξης. Καὶ θέα σύνεσιν· ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ μᾶλλον ἐπὶ τοῖς μηδὲν οὖσι. Καὶ τοῦτό ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθημι· ἀλλ' ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζομαι κἀγὼ ἐντεῦθεν τὴν σύγκρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ ποιεῖ λέγων, Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος βίον, ἴδοι μέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶ βουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόμενος, ἀλλὰ ἐκείνους ταπεινῶν. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ. Εἶτα ἀποστὰς ἐκείνων, ἐπὶ Κορινθίους ὁλόκληρον τὴν αἰτίαν κενοῖ λέγων· Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων. Ὥστε ὑμεῖς αἴτιοι τούτων, καὶ μᾶλλον ἢ ἐκεῖνοι. Εἰ γὰρ μὴ ὑμεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων μέρος, οὐδὲν ἐφθεγξάμην· ἀλλὰ τῆς ὑμετέρας κήδομαι σωτηρίας, καὶ συγκαταβαίνω. Καὶ ὅρα πῶς καὶ τὴν ἐπιτίμησιν μετ' ἐγκωμίου τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων, ἐπήγαγε, Φρόνιμοι ὄντες. Ἀφροσύνης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιμῆσαι, καὶ εἰπεῖν, Μὴ ἀνέχεσθε τῶν ἀνοήτων· ἀλλὰ μετὰ πλείονος αὐτὸ ποιεῖ περιουσίας. Ἐκείνως μὲν γὰρ ἔδοξεν ἂν ὡς ἀπεστερημένος αὐτῶν ἐπιτιμᾷν· νυνὶ δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νομίζοντα, μειζόνως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγκώμια ἐμβάλλειν καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι μεθ' ὑπερβολῆς αὐτοῖς καθυπεκλίνοντο. Καὶ σκόπει πῶς κωμῳδεῖ. Ἀνέχεσθε γὰρ, φησὶν, εἴ τις ὑμᾶς κατεσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐτοὺς λαμβάνοντας, καὶ οὐχ ἁπλῶς λαμβάνοντας, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑμᾶς καταδουλοῖ. Καὶ τὰ χρήματα ὑμῶν, φησὶ, καὶ τὰ σώματα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκατε. Τοῦτο γὰρ μεῖζον τοῦ λαβεῖν, τὸ μὴ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ ὑμῶν αὐτῶν κυρίους εἶναι. Ὃ καὶ ἔμπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρεται. Οὐδὲ γὰρ σύμμετρος ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ' ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίμαζον· διὸ προσέθηκε, Κατὰ ἀτιμίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτομένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ' ἂν ἰσχυρότερον; ποία δὲ ταύτης τῆς δεσποτείας πικροτέρα, ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, μηδὲ οὕτως ὦσιν ἥμεροι, μηδὲ ἐν τάξει δούλων ἐῶσιν ὑμᾶς μένειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον ὦσιν ὑμῖν κεχρημένοι; Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Ἀσαφὲς τὸ εἰρημένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν; Ἀλλ' οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ἔγκλημα μὲν οὖν καὶ τὸ μωραινόντων ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω καταφρονούντων ὑμῶν, ἁρπαζόντων, ἐπαιρομένων, τυπτόντων, οὐδ' ἂν ἀπολογίαν ἔχοι; οὐδ' ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ μὲν γὰρ ἀπατῶντες καὶ παρέχουσι, καὶ κολακεύουσιν· οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαμβάνουσι, καὶ ὑβρίζουσιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώμης, ὅτι τοὺς μὲν ταπεινοῦντας ἑαυτοὺς δι' ὑμᾶς, ἵνα ὑμεῖς ὑψωθῆτε, διαπτύετε, τοὺς δὲ ὑψοῦντας ἑαυτοὺς, ἵνα ὑμεῖς ταπεινωθῆτε, θαυμάζετε. Μὴ γὰρ καὶ ἡμεῖς οὐκ ἠδυνάμεθα ταῦτα ποιεῖν; Ἀλλ' οὐ βουλόμεθα, τὸ συμφέρον ὑμῶν σκοποῦντες. Ἐκεῖνοι μὲν γὰρ τὰ ὑμέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς τιμᾶτε, φησὶν, ἐπειδὴ τύπτουσιν, ὑβρίζουσι· δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ' ὑμῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
