Ancient Greek
Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-28
Not analysed yet
Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις ῥίζα μονηρὰ ἡ βασκανία τὸν θυμὸν, τὴν κατηγορίαν, τὴν ἀπόνοιαν, τὰ ἄλλα πάντα ἔτικτε, καὶ παρ' αὐτῶν ηὔξετο μειζόνως. Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν οὐκ ἦλθον εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ μὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐθύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ' ὅμως ταπείνωσιν αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐν τούτῳ εἶναι, καὶ τοὐναντίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν σαφέστερον, καὶ ταπείνωσιν τοῦτο μάλιστα ἡγεῖται, τὸ εἰς τοιαύτην ἐμπεσεῖν ἀνάγκην τοῦ κολάζειν, τοῦ τιμωρεῖσθαι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινωθῶ, ἀλλὰ, Μὴ ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου; Ὅτι εἰ μὴ δι' αὐτὸν, οὐκ ἂν ἐπεστράφην, οὐκ ἂν ἐφρόντισα. Οὐδὲ γὰρ ὡς ἐξουσίαν ἔχων καὶ αὐθαδιζόμενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγμα. Ἀνωτέρω μὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡμερώτερον καὶ πραότερον φθέγγεται λέγων, Πενθήσω πολλοὺς τῶν ἡμαρτηκότων. Οὐχ ἁπλῶς ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύναται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας. Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων ταπεινῶται. Τοῦτο γὰρ μάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν μαθητῶν συμφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν ἐπὶ τοῖς τραύμασι τῶν ἀρχομένων. Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁμαρτίας· Ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς μὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόματι. Εἰ γὰρ καὶ κατ' ἐξοχὴν ὁ πόρνος καὶ ὁ μοιχὸς λέγεται ἀκάθαρτος, ἀλλ' ὅμως καὶ τὰ ἄλλα ἁμαρτήματα ἀκαθαρσίαν ἐμποιεῖ τῇ ψυχῇ. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν μόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν. Διὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα· καὶ ἀλλαχοῦ εἴρηται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ εἰκότως. Οὐδὲν γὰρ ἀρετῆς καθαρώτερον, οὐδὲν κακίας ἀκαθαρτότερον· ἡ μὲν γὰρ ἡλίου λαμπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα μαρτυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούμενοι, καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν μικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως μὲν γὰρ ἂν καθ' ἑαυτοὺς ὦσι, καὶ μεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχημόνως κεῖνται μετὰ πολλῆς τῆς αἰσχρότητος, αἰσθανόμενοι μὲν καὶ τότε ἔνθα εἰσὶν, οὐκ ἀκριβῶς δέ· ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φανέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος. Οὕτω ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ μηδέπω μηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ μόνης ἁλούς· καὶ σιγῶντος τοῦ κατηγόρου, τὴν καταδικάζουσαν αὐτὸν ἔφερε ψῆφον, τὰ τῶν ἑαλωκότων φθεγγόμενος, καὶ λέγων, Εὕρηκάς με ὁ ἐχθρός μου. Οὕτως αὐτὸς ὁ Ἠλίας τῷ τυράννῳ τότε ἐκείνῳ μετὰ πολλῆς διελέγετο τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμωτήριον τὸν Ἰωάννην· καθάπερ γυμνὸς ὢν, καὶ τὸν λύχνον σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς μὲν οὐκ ἐτόλμησε σβέσαι, ἀλλ' ὥσπερ ὑπὸ τὸν μόδιον εἰς τὸ οἴκημα τέθεικεν· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη τοῦτο γενέσθαι κατηνάγκασεν. Ἀλλ' οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ μειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶντες, διὰ τί Ἰωάννης εἰς τὸ δεσμωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐμάνθανον, οἵ τε μετὰ ταῦτα γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, οἵ τε τότε γενόμενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόμενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράματα, τά τε τῆς ἀσελγείας, τά τε τῆς μιαιφονίας αὐτῶν, καὶ χρόνος οὐδεὶς τὴν μνήμην τούτων ἐξαλεῖψαι δυνήσεται.