# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-30

Ἐπὶ δὲ τοῦ φιλήματος τούτου τοῦ ἁγίου ἔστι καὶ ἕτερον λόγον εἰπεῖν. Ποῖον δὴ τοῦτον; Ναός ἐσμεν τοῦ Χριστοῦ· τὰ τοίνυν πρόθυρα φιλοῦμεν τοῦ ναοῦ καὶ τὴν εἴσοδον, ἀλλήλους φιλοῦντες. Ἢ οὐχ ὁρᾶτε ὅσοι καὶ τὰ πρόθυρα τοῦ ναοῦ τούτου φιλοῦσιν, οἱ μὲν κύψαντες, οἱ δὲ τῇ χειρὶ κατέχοντες, καὶ τῷ στόματι τὴν χεῖρα προσάγοντες; Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡμᾶς ὁ Χριστὸς, ἡνίκα ἂν κοινωνῶμεν. Ἴστε οἱ τῶν μυστηρίων μετέχοντες τὸ λεγόμενον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε τὸ στόμα ἡμῶν τετίμηται δεχόμενον τὸ σῶμα τὸ Δεσποτικόν. Διὰ τοῦτο μάλιστα ἐνταῦθα φιλοῦμεν. Ἀκουέτωσαν οἱ αἰσχρὰ φθεγγόμενοι, οἱ λοιδορίας ἐξάγοντες, καὶ φριττέτωσαν οἷον καταισχύνουσι στόμα· ἀκουέτωσαν οἱ αἰσχρῶς φιλοῦντες· ἄκουσον οἷα ἔχρησε διὰ τοῦ στόματός σου ὁ Θεὸς, καὶ φύλαξον αὐτὸ ἀκηλίδωτον. Περὶ τῆς μελλούσης ζωῆς διελέχθη, περὶ ἀναστάσεως, περὶ ἀθανασίας, ὅτι ὁ θάνατος οὐ θάνατος, τὰ ἄλλα μυρία ἀπόῤῥητα. Ὥσπερ γὰρ εἰς χρηστήριον παραγίνεται πρὸς τὸ στόμα τοῦ ἱερέως ὁ μυσταγωγεῖσθαι μέλλων. Ἀκούσωμεν ὅσαπέρ ἐστι φρίκης μεστά. Καὶ γὰρ ἀπώλεσεν αὐτοῦ τὴν ζωὴν ἐκ προγόνων, καὶ ἔρχεται αὐτὴν ἀναζητήσων, καὶ ἐρωτήσων πῶς ἂν αὐτὴν εὕροι καὶ ἀνακτήσαιτο. Εἶτα αὐτῷ ὁ Θεὸς χρᾷ πῶς ἂν εὑρεθείη, καὶ γίνεται τοῦ ἱλαστηρίου τὸ στόμα τοῦτο φρικωδέστερον. Ἐκεῖνο μὲν γὰρ τὸ ἱλαστήριον οὐδαμοῦ τοιαύτην ἠφίει φωνὴν, ἀλλὰ πολὺ περὶ ἐλαττόνων διελέγετο πραγμάτων, περὶ πολέμων καὶ εἰρήνης τῆς κάτω· ταῦτα δὲ ἅπαντα περὶ οὐρανοῦ, καὶ τῆς μελλούσης ζωῆς, καὶ πραγμάτων καινῶν καὶ διάνοιαν ὑπερβαινόντων. Εἰπὼν δὲ, Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, ἐπήγαγεν· Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες· κἀντεῦθεν διδοὺς αὐτοῖς χρηστὰς ἐλπίδας. Τοῦτο προέγραψεν ἀντὶ τοῦ φιλήματος, διὰ τῆς προσρήσεως αὐτοὺς συνάπτων· ἀπὸ γὰρ τοῦ αὐτοῦ στόματος, οὗ τὸ φίλημα, πρόεισι καὶ τὰ ῥήματα. Εἶδες πῶς ἅπαντας συνάγει, καὶ τοὺς πόῤῥωθεν διεστῶτας τοῖς σώμασι, καὶ τοὺς πλησίον, τοὺς μὲν διὰ τοῦ φιλήματος, τοὺς δὲ διὰ τῶν γραμμάτων; Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἐπειδὴ συνῆψεν αὐτοὺς ἀλλήλοις διὰ τῶν ἀσπασμῶν καὶ τῶν φιλημάτων, πάλιν εἰς εὐχὴν καταλύει τὸν λόγον, μετὰ πολλῆς τῆς ἀκριβείας συνάπτων αὐτοὺς καὶ τῷ Θεῷ. Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ οὐκ ἐντέτακται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προοιμίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας; Ἰδοὺ γὰρ νῦν μετὰ τοῦ Πατρὸς αὐτὸ κατέλεξε καὶ τοῦ Υἱοῦ. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι Κολοσσαεῦσιν ἐπιστέλλων, καὶ εἰπὼν, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, τὸν Υἱὸν ἐσίγησε, καὶ οὐ προσέθηκεν, ὡς ἐν πάσαις ταῖς Ἐπιστολαῖς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο; Ἀλλὰ ἐσχάτης ταῦτα ἀνοίας. Καὶ γὰρ αὐτὸ τοῦτο μάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον πῶς Υἱοῦ καὶ Πνεύματος μέμνηται, καὶ τὸν Πατέρα ἀποσιγᾷ. Κορινθίοις γὰρ γράφων φησὶν, Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Τί οὖν, εἰπέ μοι, οὐκ ἐβαπτίσθησαν εἰς Πατέρα οὗτοι; Οὐκοῦν οὐδὲ ἀπελούσαντο, οὐδὲ ἡγιάσθησαν. Ἀλλὰ ἐβαπτίσαντο· ὥσπερ οὖν καὶ ἐβαπτίσαντο. Πῶς οὖν οὐκ εἶπεν, ὅτι Ἀπελούσασθε ἐν τῷ ὀνόματι τοῦ Πατρός; Ὅτι ἀδιάφορον αὐτῷ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης μεμνῆσθαι τῆς ὑποστάσεως· καὶ εὕροις ἂν τοῦτο πολλαχοῦ τῶν Ἐπιστολῶν τὸ ἔθος. Καὶ γὰρ Ῥωμαίοις γράφων, φησὶ, Παρακαλῶ οὖν ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· καίτοι καὶ τοῦ Υἱοῦ εἰσιν οἱ οἰκτιρμοί· καὶ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος· καίτοι καὶ τοῦ Πατρός ἐστιν ἡ ἀγάπη. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνήσθη ἐν τοῖς οἰκτιρμοῖς τοῦ Υἱοῦ, οὐδὲ ἐν τῇ ἀγάπῃ τοῦ Πατρός; Ὅτι ὡς δῆλα καὶ ὡμολογημένα ἐσίγησεν. Εὑρεθήσεται δὲ καὶ τὰ δῶρα αὐτὰ πάλιν ἀντιστρόφως τιθείς. Εἰπὼν γὰρ, Ἡ χάρις τοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, ἀλλαχοῦ τὴν κοινωνίαν τοῦ Υἱοῦ, καὶ τὴν ἀγάπην τοῦ Πνεύματός φησι. Παρακαλῶ γὰρ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, φησί. Καὶ ἐν τῇ πρὸς Κορινθίους, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Οὕτω τὰ τῆς Τριάδος ἀδιαίρετα· καὶ οὗ τοῦ Πνεύματός ἐστιν ἡ κοινωνία, εὑρέθη καὶ τοῦ Υἱοῦ· καὶ οὗ τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· Χάρις γὰρ ὑμῖν, φησὶν, ἀπὸ Θεοῦ Πατρός. Καὶ ἀλλαχοῦ πολλὰ αὐτῆς εἴδη καταλέξας, ἐπήγαγε, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων ἰδιάζον καὶ διῃρημένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
