Ancient Greek
Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-4
Not analysed yet
Καὶ ὅρα σύνεσιν. Ὃ γὰρ τοῦ νόμου τῶν μαθητῶν ἦν, τὸ ἀλγεῖν καὶ αἰσθάνεσθαι ἐπιτιμωμένους, τοῦτο ὡς χαριζομένους αὐτοὺς εἰσάγει. Οὐδεὶς γάρ με οὕτως εὐφραίνει, φησὶν, ὡς ἐκεῖνος ὁ ἐπιστρεφόμενος τῶν ἐμῶν ῥημάτων, καὶ λυπούμενος ὅταν βλέπῃ με ὀργιζόμενον. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ δυνάμενος ὑμᾶς εὐφρᾶναι; ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἀντιστρέφει πάλιν αὐτὸ, θεραπεύων αὐτοὺς, καὶ λέγων· Εἰ καὶ λυπῶ ὑμᾶς, χάριν μοι παρέχετε κἀν τούτῳ μεγίστην, ὅτι δάκνεσθε ὑπὸ τῶν παρ' ἐμοῦ λεγομένων. Καὶ γὰρ ἔγραψα ὑμῖν αὐτὸ τοῦτο. Ποῖον; Ὅτι διὰ τοῦτο οὐκ ἦλθον, φειδόμενος ὑμῶν. Πότε ἔγραφεν; ἐν τῇ προτέρᾳ, ὅτε ἔλεγεν· Οὐ θέλω ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν; Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἐν αὐτῇ τῇ Ἐπιστολῇ, ὅτε εἶπε. Μὴ ἐλθόντα με πάλιν ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Ἔγραψα οὖν αὐτὸ τοῦτο πρὸς τῷ τέλει, φησί· Μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων. Διὰ τί δὲ ἔγραφες; Ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ' ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εὐφραίνομαι, ἀλγούντων ὑμῶν, καὶ ἔτι αὐθαδέστερον τοῦτο ἦν καὶ τραχύτερον, πάλιν αὐτὸ ἀνέστρεψεν ἑτέρως, καὶ ἡμερώτερον αὐτὸ ἐποίησεν οἷς ἐπήγαγε. Διὰ τοῦτο γὰρ, φησὶ, προέγραψα ὑμῖν, ἵνα μὴ ἐν ὀδύνῃ ὑμᾶς εὕρω μὴ διορθωθέντας. Διὰ τοῦτο εἶπον, Ἵνα μὴ λυπηθῶ, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ, ὅτι ἐὰν ἴδητε χαίροντα, χαίρετε· κἂν θεάσησθε ἀλγοῦντα, ἀλγεῖτε. Ὅρα τοίνυν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων· οὕτω γὰρ εὐμαθέστερος ἡμῖν ἔσται ὁ λόγος. Οὐκ ἦλθον, φησὶν, ἵνα μὴ λυπήσω ὑμᾶς, ἀδιορθώτους εὑρών. Τοῦτο δὲ ἐποίουν, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Ἐγὼ μὲν γὰρ λυπουμένων ὑμῶν, ἔχω ἡδονὴν οὐ μικρὰν, ὅταν ἴδω τοσοῦτον ἐμοῦ φροντίζοντας, ὡς καὶ λυπεῖσθαι καὶ ἀλγεῖν ἀγανακτοῦντος ἐμοῦ. Τίς γάρ ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πλὴν ἀλλὰ καὶ οὕτω διακείμενος, ἐπειδὴ τὸ ὑμέτερον σκοπῶ, ἔγραψα ὑμῖν τὸ αὐτὸ τοῦτο, ἵνα μὴ λυπηθῶ· καὶ ἐν τούτῳ πάλιν οὐ τὸ ἐμὸν σκοπῶν, ἀλλὰ τὸ ὑμέτερον. Οἶδα γὰρ ὅτι καὶ ὑμεῖς μέλλετε λυπεῖσθαι, ἀλγοῦντά με ὁρῶντες, ὥσπερ οὖν καὶ εὐφραίνεσθαι, χαίροντα θεωροῦντες. Σκόπει τοίνυν σύνεσιν· Εἶπεν· Ἵνα μὴ λυπήσω οὐκ ἦλθον, καίτοι γε εὐφραίνομαι, φησίν. Εἶτα ἵνα μὴ δόξῃ ἐκείνων ἀλγούντων εὐφραίνεσθαι, Κατὰ τοῦτο, φησὶ, χαίρω, καθὸ καθάπτομαι· ἐπεὶ καθ' ἕτερον λυποῦμαι, ὅταν τοὺς οὕτω φιλοῦντας ἀναγκάζωμαι λυπεῖν, οὐ τούτῳ μόνον τῷ ἐπιτιμᾷν, ἀλλὰ τῷ καὶ αὐτὸς ἐν λύπῃ εἶναι, καὶ ὑμᾶς διὰ τούτου πάλιν λυπεῖν. Σκόπει δὲ πῶς αὐτὸ καὶ μετ' ἐγκωμίου τίθησι λέγων· Ἀφ' ὧν ἔδει με χαίρειν. Τοῦτο γὰρ γνησιότητα μαρτυροῦντός ἐστι, καὶ πολλὴν φιλοστοργίαν· ὡς ἂν εἰ περὶ υἱῶν τις εἶπε πολλὰ εὐεργετηθέντων, καὶ περὶ οὓς ἐπόνησεν. Εἰ τοίνυν διὰ τοῦτο γράφω, καὶ οὐκ ἔρχομαι, μέγα τι οἰκονομῶν οὐκ ἔρχομαι, καὶ οὐ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ καὶ σφόδρα φιλῶν. Εἶτα, ἐπειδὴ εἶπεν, ὅτι Ὁ λυπῶν εὐφραίνει, ἵνα μὴ λέγωσι· Τοῦτο οὖν αὐτὸ σπουδάζεις, ἵνα εὐφραίνῃ καὶ ἐπιδείξῃ πᾶσι πόσην ἔχῃς ἰσχύν; ἐπήγαγεν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων· οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Τί ταύτης φιλοστοργότερον τῆς ψυχῆς; Αὐτῶν γὰρ τῶν ἡμαρτηκότων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον δείκνυσιν ἑαυτὸν ἀλγήσαντα. Οὐ γὰρ, Ἀπὸ θλίψεως, φησὶ μόνον, ἀλλ', Ἀπὸ πολλῆς· οὐδὲ, Δακρύων, ἀλλὰ Διὰ πολλῶν δακρύων καὶ συνοχῆς καρδίας· τουτέστιν, Ἀπηγχονιζόμην, ἀπεπνιγόμην ὑπὸ τῆς ἀθυμίας· καὶ μηκέτι φέρων τῆς ἀθυμίας τὸ νέφος, ἔγραψα ὑμῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα γνῶτε τὴν ἀγάπην, φησὶν, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Καίτοι τὸ ἀκόλουθον ἦν εἰπεῖν· Οὐχ ἵνα λυπηθῆτε, ἀλλ' ἵνα διορθωθῆτε· καὶ γὰρ διὰ τοῦτο ἔγραψεν· ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ καταγλυκαίνων μᾶλλον τὸν λόγον, καὶ εἰς μεῖζον φίλτρον αὐτοὺς ἐπισπώμενος, τοῦτο ἀντ' ἐκείνου τίθησι, δεικνὺς ὅτι πάντα ἀπὸ ἀγάπης ποιεῖ. Καὶ οὐχ ἁπλῶς φησιν, Ἀγάπην, ἀλλ', Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Βούλεται γὰρ αὐτοὺς καὶ ταύτῃ ἐπισπάσασθαι, τῷ δεῖξαι ὅτι πλέον πάντων αὐτοὺς φιλεῖ, καὶ ὡς περὶ ἐξαιρέτους μαθητὰς διάκειται. Διό φησιν· Εἰ καὶ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· καὶ, Ἐὰν πολλοὺς παιδαγωγοὺς ἔχητε, ἀλλ' οὐ πολλοὺς πατέρας· καὶ πάλιν, Ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς· καὶ προϊών φησι· Καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι· καὶ ἐνταῦθα, Ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.