# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-5

Ἄνω εἶπε, Πάντοτε θριαμβεύοντι, ἐνταῦθα, Ἐν παντὶ τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ μύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσμεν κατάδηλοι, φησί· μύρον πολύτιμον τὴν γνῶσιν λέγων. Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ', Ὀσμὴν γνώσεως. Τοιοῦτον γὰρ ἡ παροῦσα γνῶσις, οὐ σφόδρα σαφὴς, οὐδὲ ἐκκεκαλυμμένη. Διὸ καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, καὶ ἐνταῦθα ὀσμὴν τὸ τοιοῦτον μύρον καλεῖ. Ὁ δὲ τὴν ὀσμὴν εἰδὼς, ὅτι μὲν ἔστι μύρον που κείμενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν μὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἔστι Θεὸς ἴσμεν, τί δὲ τὴν οὐσίαν, οὐκέτι. Ὥσπερ οὖν θυμιατήριόν ἐσμεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωμεν τοῦ οὐρανίου πνέοντες μύρου, καὶ τῆς πνευματικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει. Καὶ καθάπερ τὸ φῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ μέλι κἂν πικρὸν ᾖ τοῖς νοσοῦσι, γλυκὺ τὴν φύσιν ἐστιν· οὕτω καὶ τὸ εὐαγγέλιον εὐῶδές ἐστι, κἂν ἀπολλύωνταί τινες ἀπιστοῦντες. Οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Καὶ ταύτῃ δὲ μάλιστα ἡ εὐωδία αὐτοῦ φαίνεται, ᾗ οἱ διεφθαρμένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο μάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασίν ἐστιν, ἀλλ' ὅμως μένει Σωτὴρ ὢν, καὶ μυρίων πιπτόντων· καὶ ἡ παρουσία αὐτοῦ μειζόνως ἐκόλασε τοὺς μὴ πειθομένους, ἀλλ' ὅμως μένει σωτήριος οὖσα. Διὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσμέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡμεῖς μένομεν τοῦτο ὄντες ὅπερ ἐσμέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ Θεῷ εὐωδία ὦμεν, κἀκεῖνος ταῦτα ψηφίζηται, τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν μοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσμέν· ὡς ἂν εἴποι τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυμίαμα. Ἢ τοῦτο οὖν ἐμφαίνει τῆς εὐωδίας τὸ ὄνομα· ἢ, ὅπερ ἔφθην εἰπὼν, ὅτι καθ' ἡμέραν θύονται διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασμοὺς ἀνήγαγε, θρίαμβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ Θεῷ προσαγομένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσμὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε· Τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Τὴν γὰρ εὐωδίαν ταύτην οἱ μὲν οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ' αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ μύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν, τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοιαύτη τῶν ἀγαθῶν ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ μάλιστα διαδείκνυται αὐτῶν ἡ δύναμις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ μόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ ταύτῃ φαίνεται πῦρ· καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν μεγαλωσύνην αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· οὐδὲν ἡμέτερον. Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόμενον; Οἱ μὲν γὰρ καυχῶνται ὡς παρ' ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγμα, οὗτος δὲ διὰ τοῦτό φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ φησιν εἶναι· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ μὴ ἱκανοὶ, χάριτος τὸ γινόμενον. Οὐ γάρ ἐσμεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
