# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν;. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-6

Εἰ τοίνυν τὰ γράμματα διὰ τοῦτό ἐστιν, ἵνα δηλώσῃ ὅτι ὁ δεῖνά μοι φίλος, καὶ ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑμᾶς ἴωμεν, οὐ δεόμεθα ἑτέρων τῶν συνιστώντων ἡμᾶς, τῆς φιλίας ὑμῶν προλαμβανούσης· ἄν τε πρὸς ἑτέρους, οὐ χρῄζομεν πάλιν γραμμάτων, τῆς αὐτῆς ἀγάπης ἀντὶ τούτων ἀρκούσης ἡμῖν πάλιν· περιφέρομεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡμῶν. Εἶτα ἐπὶ μεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Καὶ τοῦτο εἰπὼν, λαμβάνει λοιπὸν ὑπόθεσιν καὶ ἀρχὴν ἐντεῦθεν ἐξετάσαι τὰ τοῦ νόμου. Καὶ ἄλλως δὲ αὐτοὺς ἐνταῦθά φησιν εἶναι ἐπιστολήν· ἀνωτέρω μὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν Χριστοῦ, ὡς ἔχοντας τὸν νόμον ἐγγεγραμμένον τοῦ Θεοῦ. Ἃ γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑμῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑμῶν. Ἡμεῖς δὲ παρεσκευάσαμεν ὑμᾶς, ὥστε δέξασθαι τὰ γράμματα. Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡμεῖς τὰς ὑμετέρας ψυχάς· διό φησι, Διακονηθεῖσα ὑφ' ἡμῶν. Ἀλλ' ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύματος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ὅσον δὲ τὸ μέσον Πνεύματος καὶ μέλανος, καὶ λιθίνης πλακὸς καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων κἀκείνων· οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκείνοις. Διά τοι τοῦτο, ἐπεὶ μέγα ἐφθέγξατο, ταχέως ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν ὅλον ἀνατίθησι τῷ Θεῷ· τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ μεθ' ὑπερβολῆς τὴν ἀρετὴν ταύτην μάλιστα κέκτηται, τὴν ταπεινοφροσύνην λέγω. Διόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα ποιεῖ, λέγων, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι ὡς ἐξ ἑαυτῶν. Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθημι καὶ λογίζομαι. Ἡ γὰρ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς Διαθήκης. Τί ἐστιν, Ἱκάνωσε; Δυνατοὺς ἐποίησε καὶ ἐπιτηδείους. Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων. Διὸ καὶ ἐπήγαγεν· Οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; ἐκεῖνος οὐκ ἦν πνευματικὸς ὁ νόμος; πῶς οὖν φησιν, Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι; Πνευματικὸς μὲν, ἀλλ' οὐ πνεῦμα παρεῖχεν· οὐ γὰρ πνεῦμα ἐκόμισε Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύθημεν πνεῦμα διδόναι. Διὸ καὶ ἐπεξεργάζεται αὐτὸ λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν, ἀλλ' ἐκείνους αἰνιττόμενος τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς Ἰουδαϊκοῖς. Γράμμα δὲ ἐνταῦθα τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ τὴν χάριν τὴν διὰ τοῦ βαπτίσματος τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν τὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συμφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόμενος, ἐκεῖνα μάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας αὐτοῦ ἐστι μᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ μᾶλλον ἐπὶ τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράμμα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ μεγάλην ἐδόκει διαφορὰν λέγειν. Προσέθηκε οὖν ὅτι ἐκείνη γράμματι ἢ μέλανι, αὕτη δὲ πνεύματι. Οὔτε τοῦτο πάνυ αὐτοὺς διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ μὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
