# In epistulam ii ad Corinthios (homiliae 1-30) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/2.1-7

Καὶ ἑρμηνεύει σαφέστερον τί ἐστι, Τὸ γρᾶμμα ἀποκτείνει, τοῦτο λέγων ὅπερ ἔμπροσθεν εἰρήκαμεν, ὅτι δεικτικὸς ἁμαρτίας ἦν ὁ νόμος, οὐ ποιητικός. Πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης περισσεύει ἐν δόξῃ. Ἐκεῖναι μὲν γὰρ αἱ πλάκες τοὺς ἁμαρτωλοὺς ἐδείκνυον καὶ ἐκόλαζον· αὕτη δὲ τοὺς ἁμαρτωλοὺς οὐ μόνον οὐκ ἐκόλαζεν, ἀλλὰ καὶ δικαίους ἐποίει· τοῦτο γὰρ τὸ βάπτισμα ἐχαρίζετο. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἐν μὲν οὖν τοῖς προτέροις ἔδειξεν, ὅτι καὶ τοῦτο ἐν δόξῃ, καὶ οὐχ ἁπλῶς ἐν δόξῃ, ἀλλὰ καὶ περισσεύει· οὐ γὰρ εἶπε, Πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ, ἀλλὰ, Περισσεύει ἐν δόξῃ, τὴν ἀπὸ τῶν λογισμῶν τῶν εἰρημένων ἔχων ἀπόδειξιν. Ἐνταῦθα καὶ τὴν ὑπεροχὴν, ὅση, δείκνυσι λέγων, ὅτι Ἐὰν συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς Παλαιᾶς· οὐχ ἁπλῶς τὸ μὴ εἶναι δόξαν κατασκευάζων, ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· διὸ καὶ ἐπήγαγε, Τούτῳ τῷ μέρει· τουτέστι, κατὰ τὸν τῆς συγκρίσεως λόγον. Οὐ μὴν τοῦτο διαβάλλει τὴν Παλαιὰν, ἀλλὰ καὶ σφόδρα αὐτὴν συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι. Εἶτα καὶ ἄλλον κινεῖ λογισμὸν τὸν ἀποδεικνύντα τὴν ὑπεροχὴν καὶ ἑτέρωθεν. Ποῖον δὴ τοῦτον; Τὸν ἀπὸ τοῦ χρόνου, λέγων· Εἰ δὲ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ. Τὸ μὲν γὰρ ἐπαύσατο, τὸ δὲ μένει διηνεκῶς. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Καινῆς, ἐζήτει καὶ ὀφθαλμοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζει πρὸς τὸν μέλλοντα αἰῶνα. Διὸ καὶ τὴν ἐλπίδα εἰς μέσον ἔθηκε λέγων, Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Τοιαύτην; ποταπήν; Ὅτι μειζόνων ἠξιώθημεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ πιστοί. Πολλῇ παῤῥησίᾳ χρώμεθα. Πρὸς τίνα, εἰπέ μοι; πρὸς τὸν Θεὸν, ἢ πρὸς τοὺς μαθητάς; Πρὸς ὑμᾶς τοὺς μαθητευομένους, φησί· τουτέστι, Μετ' ἐλευθερίας πανταχοῦ φθεγγόμεθα, οὐδὲν ὑποστελλόμενοι, οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲν ὑφορώμενοι, ἀλλὰ σαφῶς λέγοντες· καὶ οὐ δεδοίκαμεν μὴ πλήξωμεν ὑμῶν τὰς ὄψεις, καθάπερ Μωϋσῆς τὰς Ἰουδαίων. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, ἄκουσον τῶν ἑξῆς· μᾶλλον δὲ τὴν ἱστορίαν πρῶτον ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ αὐτὸς αὐτὴν συνεχῶς περιστρέφει. Τίς οὖν ἡ ἱστορία; Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαμπεν, ὡς μὴ δύνασθαι τοὺς Ἰουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυμμα τῷ προσώπῳ. Καὶ γέγραπται οὕτως ἐν τῇ Ἐξόδῳ· Ἡνίκα κατέβη Μωϋσῆς ἐκ τοῦ ὄρους, αἱ δύο πλάκες ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ᾔδει Μωϋσῆς ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωϋσῆς, καὶ ἐλάλησε πρὸς αὐτούς. Καὶ ἐπειδὴ κατέπαυσε Μωϋσῆς λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δὲ εἰσεπορεύετο ἐναντίον τοῦ Κυρίου λαλεῖν, περιῄρει τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι αὐτόν. Ταύτης οὖν ἀναμνήσας τῆς ἱστορίας, φησί· Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, καθάπερ Μωϋσῆς· δυνατοὶ γὰρ ὑμεῖς ἰδεῖν τὴν δόξαν ταύτην, ἣν περικείμεθα, καίτοι πολλῷ μείζονα καὶ φαιδροτέραν οὖσαν ἐκείνης. Εἶδες τὴν προκοπήν; Ὁ γὰρ ἐν τῇ προτέρᾳ εἰπὼν, Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, ἐνταῦθα λέγει, ὅτι Πολλῇ παῤῥησίᾳ χρώμεθα· καὶ Μωϋσέα εἰς μέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων. Καὶ τέως Ἰουδαίων αὐτοὺς προτίθησι λέγων, ὅτι Οὐ δεόμεθα καλύμματος, καθάπερ ἐκεῖνος ἐπὶ τῶν ἀρχομένων· τὰ δὲ μετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νομοθέτου τὸ ἀξίωμα ἀνάγει, ἢ καὶ πολλῷ μεῖζον. Τέως δὲ τῶν ἑξῆς ἀκούσωμεν· Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σή μερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅρα τί κατασκευάζει διὰ τούτων. Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, τοῦτο ἐπὶ τοῦ νόμου γίνεται διηνεκῶς. Οὐκ ἄρα τοῦ νόμου διαβολὴ τὸ εἰρημένον, ὥσπερ οὐδὲ Μωϋσέως τότε καλυπτομένου, ἀλλὰ τῶν ἀγνωμόνων Ἰουδαίων· ἐκεῖνος μὲν γὰρ ἔχει τὴν οἰκείαν δόξαν, οὗτοι δὲ αὐτὴν ἰδεῖν οὐκ ἠδυνήθησαν. Τί τοίνυν διαπορεῖτε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται τὴν τῆς χάριτος, ὅπου γε τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὐδὲ πρὸς τὸ πρόσωπον ἴσχυσαν ἀτενίσαι τὸ ἐκείνου; τί δὲ ταράττεσθε, εἰ οὐ πιστεύουσιν Ἰουδαῖοι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόμῳ πιστεύουσι; Διὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν. ἐπειδὴ οὐδὲ τὴν παλαιὰν Διαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν· δόξα γὰρ νόμου, πρὸς Χριστὸν ἐπιστρέψαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
