# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-10

Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωμάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος· ἀλλ', Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. Διὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν· ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο μὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται μὲν ὑπὸ πυρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωμεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι Δεῖ ἡμᾶς παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐτοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ' ἐν βραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κομίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραμε. Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν Δικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡμᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε; Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ ἁπλῶς καθ' ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπωθέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος· τί ποιήσομεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶ δρόμος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, καὶ παράταξις τρόμου γέμουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαμπρότητι ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν· τί τότε ἔσται; ἢ μικρὰν εἶναι νομίζεις κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
