Ancient Greek
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-12
Not analysed yet
Τοῦτο πάντων αἴτιον τῶν ἀγαθῶν, τοῦτο τοιοῦτον αὐτὸν εἰργάζετο, τοῦτο καὶ τὸ Πνεῦμα μένειν ἐποίει παρ' αὐτῷ, δι' οὗ καὶ πάντα αὐτῷ κατωρθοῦτο. Ἐν λόγῳ ἀληθείας. Ὃ πολλαχοῦ λέγει, ὅτι Οὐ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, οὐδὲ νοθεύοντες διετελέσαμεν. Ἐν δυνάμει Θεοῦ. Ὅπερ ἀεὶ ποιεῖ, οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν ἀνατιθεὶς, καὶ αὐτῷ λογιζόμενος τὰ αὑτοῦ κατορθώματα, τοῦτο καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, καὶ ἔφησεν ἄληπτον παρεσχῆσθαι βίον διὰ πάντων, καὶ φιλοσοφίαν ἄκραν, τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα ἀνατίθησιν. Οὐδὲ γὰρ τὰ τυχόντα ἦν τὰ εἰρημένα. Εἰ γὰρ καὶ ἐν ἡσυχίᾳ ζῶντα δύσκολον κατορθοῦν καὶ ἄληπτον εἶναι, τὸν ὑπὸ τοσούτων ἐνοχλούμενον πειρασμῶν, καὶ διὰ πάντων λάμψαντα, ἐννόησον ἡλίκης εἶναι ψυχῆς. Καίτοι οὐδὲ ταῦτα ὑπέμενε μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα τούτων, ἅπερ ἑξῆς τίθησι. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι ἄληπτος ἦν ἐν τοσούτοις κύμασι πλέων, οὐδ' ὅτι πάντα ὑπέμεινε γενναίως, ἀλλ' ὅτι καὶ μεθ' ἡδονῆς πάντα· ἅπερ διὰ τῶν ἑξῆς ἡμῖν πάντα ποιεῖ φανερὰ λέγων οὕτω· Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν. Εἶδες ψυχῆς παράστημα, καὶ φρόνημα εὔτονον; Δείκνυσι γὰρ ὅτι ὅπλα εἰσὶν αἱ θλίψεις, οὐ μόνον οὐ καταβάλλοντα, ἀλλὰ καὶ τειχίζοντα καὶ ἰσχυροτέρους ποιοῦντα. Ἀριστερὰ δὲ καλεῖ τὰ δοκοῦντα εἶναι λυπηρά· καὶ γὰρ τοιαῦτά ἐστι τὰ τὸν μισθὸν ἔχοντα. Τίνος οὖν ἕνεκεν οὕτως αὐτὰ καλεῖ; Ἢ κατὰ τὴν ὑπόληψιν τῶν πολλῶν, ἢ ἐπειδὴ ἐκέλευσεν ὁ Θεὸς εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τί λέγεις; ὅτι δόξης ἀπολαύεις, μέγα τοῦτο τίθης εἶναι; Ναὶ, φησί. Τί δήποτε; τὸ μὲν γὰρ ἀτιμίαν ἐνεγκεῖν, μέγα· τὸ δὲ δόξης μετασχεῖν, οὐ νεανικῆς δεῖται ψυχῆς; Νεανικῆς μὲν οὖν καὶ σφόδρα μεγάλης, ὥστε αὐτῆς ἀπολαύοντα μὴ ἐκτραχηλισθῆναι. Διὸ καὶ ἐπὶ τούτῳ φρονεῖ, ὡς ἐπ' ἐκείνῳ· καὶ γὰρ ἐν ἀμφοτέροις ὁμοίως ἔλαμπε. Πῶς δὲ ὅπλον γίνεται δικαιοσύνης; Ὅτι ἐνάγει πολλοὺς εἰς εὐσέβειαν τὸ ἐν τιμῇ εἶναι τοὺς διδασκάλους· καὶ ἔργων δὲ ἀγαθῶν τοῦτο δεῖγμά ἐστι, καὶ τὸν Θεὸν τοῦτο δοξάζει. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ εὐμηχανίας, τὸ διὰ τῶν ἐναντίων εἰσάγειν τὸ κήρυγμα. Σκόπει δέ· ἐδέδετο ὁ Παῦλος; Καὶ τοῦτο ἦν ὑπὲρ τοῦ εὐαγγελίου. Τὰ γὰρ κατ' ἐμὲ, φησὶν, εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Δόξης πάλιν ἀπήλαυε; Καὶ τοῦτο πάλιν ἐκείνους προθυμοτέρους εἰργάζετο. Διὰ δυσφημίας καὶ εὐφημίας. Οὐ γὰρ μόνον ἐκεῖνα γενναίως ἔφερε τὰ ἐν τῷ σώματι, τὰς θλίψεις, καὶ ὅσα ἀπηριθμήσατο, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς μόνης καθαπτόμενα· οὐδὲ γὰρ καὶ ταῦτα ἁπλῶς θορυβεῖν εἴωθεν. Ὁ γοῦν Ἱερεμίας πολλοὺς ἐνεγκὼν πειρασμοὺς, πρὸς ταῦτα ἀπηγόρευε, καὶ ἐπειδὴ ὠνειδίζετο, ἔλεγεν· Οὐ μὴ προφητεύσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ὁ Δαυῒδ δὲ πολλαχοῦ τὸν ὀνειδισμὸν ἀποδύρεται. Καὶ ὁ Ἡσαΐας μετὰ πολλὰ ὑπὲρ τούτου παρακαλεῖ, λέγων· Ὀνειδισμὸν τῶν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Καὶ ὁ Χριστὸς δὲ πάλιν τοῖς μαθηταῖς, Ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλαχοῦ δέ φησι, Καὶ σκιρτήσατε. Οὐκ ἂν δὲ τοσοῦτον ἔθηκε τὸν μισθὸν, εἰ μὴ πολὺς ἦν ὁ ἀγών. Ἐν μὲν γὰρ ταῖς βασάνοις καὶ τὸ σῶμα μερίζεται μετὰ τῆς ψυχῆς τὰς ἀλγηδόνας· καὶ γὰρ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁ πόνος ἐστίν· ἐκεῖ δὲ τῆς ψυχῆς μόνης. Πολλοὶ γοῦν ἀπὸ τούτων μόνον ἔπεσον, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀπώλεσαν. Καὶ τῷ Ἰὼβ δὲ τῶν σκωλήκων καὶ τῶν τραυμάτων φορτικώτερα ἐφάνη τὰ παρὰ τῶν φίλων ὀνείδη. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀφορητότερον τοῖς ὀδυνωμένοις λόγου δυναμένου δακεῖν ψυχήν. Διὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων· Διὰ δόξης καὶ ἀτιμίας. Πολλοὶ γοῦν καὶ τῶν Ἰουδαίων διὰ τὴν δόξαν τὴν τῶν πολλῶν οὐκ ἠθέλησαν πιστεῦσαι. Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ' ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· διὸ λέγει, Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες; Καὶ πολλοὺς ἂν ἴδοιμεν, οἳ πάντων μὲν κατεφρόνησαν τῶν δεινῶν, ὑπὸ δὲ δόξης ἡττήθησαν. Ὡς πλάνοι, καὶ ἀληθεῖς. Τοῦτό ἐστι, Διὰ δυσφημίας καὶ εὐφημίας. Ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι. Τοῦτό ἐστι, Διὰ δόξης καὶ ἀτιμίας. Τοῖς μὲν γὰρ ἦσαν γνώριμοι, καὶ περισπούδαστοι, οἱ δὲ οὐδὲ εἰδέναι αὐτοὺς ἠξίουν. Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Ὡς ἐπιθανάτιοι καὶ κατάδικοι· ὅπερ καὶ αὐτὸ ἀτιμίας ἦν.