# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-13

Εἶδες πῶς γυμνὰ τὰ ὀνόματα τίθησι, καὶ ἀρκοῦντα αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανομίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων, φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς τοῦ διαβόλου, ἀλλ' ὃ πολλῷ πλέον ἀφειστήκει, Χριστῷ καὶ Βελίαρ· τῇ Ἑβραϊκῇ φωνῇ τὸν ἀποστάτην καλέσας οὕτως. Ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἐνταῦθα λοιπὸν, ἵνα μὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώμιον διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως. Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, μερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει τι κοινὸν πρὸς αὐτόν· (Τίς γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ;) οὔτε τὰ πράγματα· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ μάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος. ἀναγκαίως καὶ τὴν μαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶγμά ἐστιν. Ὁ γὰρ ἐγκωμιάζων, ἂν μὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ μαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπατήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐμπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; ἐννόησον τίς ἐμπεριπατεῖ σοι, τίς ἐνοικεῖ. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι μολυσμὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισμοὶ ὡς τὸ ἐμβλέψαι ἀκολάστοις ὀφθαλμοῖς, μνησικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος. Εἶδες ἄνωθεν τὴν παροῦσαν εὐγένειαν τὸν προφήτην προαναφωνοῦντα, τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί. Ποίας; Τὸ ναοὺς Θεοῦ εἶναι, τὸ υἱοὺς καὶ θυγατέρας, τὸ ἔνοικον αὐτὸν ἔχειν καὶ ἐμπεριπατοῦντα, τὸ λαὸν αὐτοῦ γίνεσθαι, τὸ τὸν Θεὸν αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Μήτε ἀκαθάρτων ἁπτώμεθα· τοῦτο γὰρ σαρκὸς μολυσμός· μήτε τῶν τὴν ψυχὴν μολυνόντων· οὗτος γὰρ πνεύματος. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ ἐπάγει, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ τὸ μὴ ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέσθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ' ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυμία, ἀλλ', ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴν αὐτῆς μανίαν. Ἁγιωσύνην δὲ ἐνταῦθα οὐχὶ σωφροσύνην μόνον λέγει, ἀλλὰ τὴν πάσης ἁμαρτίας ἀπαλλαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας· καὶ μάλιστα κενοδοξίας, ἣν πανταχοῦ μὲν φυγεῖν δεῖ, πολλῷ δὲ πλέον ἐπὶ ἐλεημοσύνης· ἐπεὶ οὐδ' ἂν εἴη ἐλεημοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσημα, ἀλλ' ἐπίδειξις καὶ ὠμότης. Ὅταν γὰρ μὴ ἐλεῶν, ἀλλ' ἐκπομπεύων ποιῇς, οὐ μόνον οὐκ ἔστιν ἐλεημοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγμάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήματα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεημοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ πεπορνευμένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐλεημοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζοντες εἰς τὸ σῶμα τῶν πορνευομένων γυναικῶν διδόασιν, ἀλλ' οὐ φιλανθρωπία τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος ὑβρίζων εἰς τὸ σῶμα τῆς πόρνης, μισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμβάνοντα τὴν ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον. Καὶ μετὰ τούτων ἡ ζημία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων μαινόμενος ἐπιπηδῶν, οὕτως ἡμῶν ἁρπάζει τὰ ἀγαθὰ τὸ πονηρὸν τοῦτο νόσημα, καὶ ἡ ἀπανθρωπία αὕτη· καὶ γὰρ ἀπανθρωπία καὶ ὠμότης τὸ τοιοῦτόν ἐστι· μᾶλλον δὲ καὶ τούτου χαλεπώτερον. Ὁ μὲν γὰρ ὠμὸς οὐκ ἂν δοίη τῷ δεομένῳ· σὺ δὲ τούτου πλέον ποιεῖς· τοὺς βουλομένους δοῦναι κωλύεις. Ὅταν γὰρ ἐκπομπεύῃς τὴν δόσιν, καὶ τὴν δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν μέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυμος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν, ὡς εἰληφότι καὶ οὐχ οὕτω δεομένῳ, ἀλλὰ καὶ καταγνώσεται πολλάκις, ἂν προσελθὼν αἰτήσῃ μετὰ τὸ λαβεῖν, καὶ ἀναίσχυντον ἡγήσεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
