# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ιϛ. Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-16

Εἶτα ἐπειδὴ τοῦτο μάλιστα βούλεται κατασκευάσαι παρὰ Κορινθίοις, τὸ μετὰ προαιρέσεως δοῦναι, αὐτῷ μάλιστα ἐνδιατρίβει, λέγων, Μετὰ πολλῆς παρακλήσεως, καὶ, Δεόμενοι ἡμῶν. Οὐχ ἡμεῖς αὐτῶν ἐδεήθημεν, ἀλλ' αὐτοὶ ἡμῶν. Τί δεόμενοι ἡμῶν; Τὴν χάριν, καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους. Εἶδες πῶς πάλιν ἐπαίρει τὸ πρᾶγμα, σεμνοῖς ὀνόμασιν αὐτὸ καλῶν; Καὶ γὰρ ἐπειδὴ ζηλωταὶ ἦσαν πνευμάτων, χάριν αὐτὸ ὀνομάζει, ἵνα ἐπιδράμωσι· καὶ κοινωνίαν πάλιν, ἵνα μάθωσιν ὅτι λαμβάνουσιν, οὐ διδόασι μόνον. Τοῦτο οὖν ἡμᾶς παρεκάλουν, φησὶν, ὥστε ἡμᾶς ἀναδέξασθαι τὴν τοιαύτην διακονίαν. Καὶ οὐ καθὼς ἠλπίσαμεν. Τοῦτο καὶ πρὸς τὴν ποσότητά φησι, καὶ πρὸς τὰς θλίψεις. Οὐ γὰρ ἂν ἠλπίσαμεν, φησὶν, ὅτι ἐν τοσαύτῃ θλίψει ὄντες καὶ πενίᾳ, καὶ κατήπειξαν ἂν ἡμᾶς, καὶ τοσαῦτα παρεκάλεσαν. Καὶ τὴν τοῦ λοιποῦ δὲ βίου ἐπιμέλειαν αὐτῶν ἐδήλωσεν εἰπών· Ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν διὰ θελήματος Θεοῦ. Ἐν πᾶσι γὰρ ὑπήκουσαν πλέον, ἢ προςεδοκήσαμεν· οὐδὲ, ἐπειδὴ ἠλέουν, τῶν ἄλλων ἠμέλουν ἀρετῶν, ἀλλὰ πρῶτον ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ. Τί ἐστιν, Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ; Ἀνέθηκαν, δόκιμοι περὶ τὴν πίστιν ἐφάνησαν, πολλὴν τὴν ἀνδρείαν ἐν τοῖς πειρασμοῖς ἐπεδείξαντο, τὴν κοσμιότητα, τὴν ἐπιείκειαν, τὴν ἀγάπην, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς προθυμίαν τε καὶ σπουδήν. Τί ἐστι, Καὶ ἡμῖν; Πειθήνιοι γεγόνασιν ἡμῖν, ἠγάπησαν, ὑπήκουσαν καὶ τοὺς τοῦ Θεοῦ νόμους πληροῦντες, καὶ ἡμῖν διὰ τῆς ἀγάπης συνδεδεμένοι. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα τὴν ἐπίτασιν δείκνυσι, λέγων· Ἔδωκαν ἑαυτοὺς τῷ Κυρίῳ. Οὐχὶ τὰ μὲν τῷ Θεῷ ὑπήκουσαν, τὰ δὲ τῷ κόσμῳ, ἀλλὰ πάντα αὐτῷ, καὶ ὅλους ἑαυτοὺς ἔδωκαν τῷ Θεῷ. Οὐδὲ γὰρ ἐπειδὴ ἠλέουν, ἀπενοήθησαν· ἀλλὰ πολλὴν ἐπιδειξάμενοι ταπεινοφροσύνην, πολλὴν ὑπακοὴν, πολλὴν τιμὴν, πολλὴν φιλοσοφίαν, οὕτω καὶ τὴν ἐλεημοσύνην εἰργάσαντο. Τί δέ ἐστι, Διὰ θελήματος Θεοῦ; Ἐπειδὴ εἶπεν, Ἡμῖν ἔδωκαν ἑαυτοὺς, οὐδὲ ἡμῖν ἀνθρωπίνως, ἀλλὰ καὶ τοῦτο κατὰ τὴν τοῦ Θεοῦ γνώμην ἐποίουν. Ὥστε ἡμᾶς παρακαλέσαι Τίτον, ἵνα καθὼς προενήρξατο ἐν ὑμῖν, οὕτως ἐπιτελέσῃ καὶ τὴν χάριν ταύτην. Καὶ ποία ἀκολουθία αὕτη; Πολλὴ καὶ σφόδρα τῶν ἔμπροσθεν ἐχομένη. Ἐπειδὴ γὰρ εἴδομεν αὐτοὺς σφοδροὺς, φησὶν, καὶ θερμοὺς ἐν ἅπασιν, ἐν πειρασμοῖς, ἐν ἐλεημοσύνῃ, ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ, ἐν τῇ λοιπῇ τοῦ βίου καθαρότητι· ἵνα καὶ ὑμεῖς αὐτοῖς ἐξισωθῆτε, ἐπέμψαμεν Τίτον. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τοῦτο δὲ ἐδήλωσε. Σκόπει φιλίας ὑπερβολήν. Παρ' ἐκείνων γὰρ παρακαλούμενοι, φησὶ, καὶ ἀξιούμενοι, τὰ ὑμέτερα ἐμεριμνῶμεν, μή πως αὐτῶν ἐλαττωθῆτε. Διὸ καὶ ἀπεστείλαμεν Τίτον, ἵνα κἀντεῦθεν διεγερθέντες καὶ ὑπομνησθέντες, ζηλώσητε Μακεδόνας. Καὶ γὰρ ἐτύγχανεν ἐκεῖ ὢν ὁ Τίτος, ὅτε ἡ ἐπιστολὴ αὕτη ἐγράφετο. Δείκνυσι δὲ αὐτὸν καὶ κατάρξαντα τούτου πρὸ τῆς Παύλου προτροπῆς· Ἵνα καθὼς προενήρξατο, φησί. Διὸ καὶ μεγάλα αὐτοῦ λέγει ἐγκώμια, ἐν ἀρχῇ μὲν, ὅτι Τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, οὐκ ἔσχον ἄνεσιν τῷ πνεύματί μου· ἐντεῦθεν δὲ ταῦτα ἅπερ εἴρηκεν ἅπαντα, καὶ τοῦτο δὲ αὐτό. Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι· θερμῆς γὰρ τοῦτο καὶ ζεούσης ψυχῆς. Διὸ καὶ ἔπεμψεν αὐτὸν, μεγίστην αὐτοῖς ἐντιθεὶς κἀντεῦθεν προτροπὴν τοῦ δοῦναι, τὴν παρουσίαν Τίτου. Διὰ τοῦτο καὶ ἐπαίρει τοῖς ἐπαίνοις αὐτὸν, οἰκειῶσαι βουλόμενος σφοδρότερον τοῖς Κορινθίοις τὸν ἄνθρωπον. Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα. Καλῶς δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς μνημονεύσας τῆς ἐλεημοσύνης, χάριν τὸ πρᾶγμα καλεῖ, νῦν μὲν λέγων, Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας· νῦν δὲ, Αὐθαίρετοι, μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν· καὶ πάλιν, Ἵνα καθὼς προενήρξατο, οὕτω καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
