# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Χάρις δὲ τῷ Θεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-18

Ὁρᾷς ὅτι κἀντεῦθεν δῆλον, ὅτι τῶν ἀγνώστων ἦσαν αὐτοῖς; Ἦ γὰρ ἂν αὐτοὺς καὶ ἀπὸ τούτων ἐκόσμησεν, ἀφ' ὧν καὶ Τίτον, λέγω δὴ τῆς περὶ αὐτοὺς ἀγάπης. Ἀλλ' ἐπειδὴ οὐδέπω γνώριμοι ἦσαν, Ὡς ἀδελφοὺς δέξασθε, φησὶν, ὡς ἀποστόλους τῶν Ἐκκλησιῶν, ὡς εἰς δόξαν Χριστοῦ ποιοῦντες· διὸ ἐπάγει· Τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν, εἰς αὐτοὺς ἐνδείξασθε, εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Νῦν δείξατε, φησὶ, πῶς μὲν ἡμᾶς ἀγαπᾶτε, πῶς δὲ ἡμεῖς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ καυχώμεθα ἐν ὑμῖν· δείξετε δὲ τοῦτο, ἐὰν εἰς αὐτοὺς ἀγάπην ἐνδείξησθε. Εἶτα καὶ φρικωδέστερον ποιεῖ τὸν λόγον λέγων· Εἰς πρόσωπον τῶν Ἐκκλησιῶν. Εἰς δόξαν, φησὶ, τῶν Ἐκκλησιῶν, εἰς τιμήν. Ἂν γὰρ τούτους τιμήσητε, τὰς ἀποστειλάσας Ἐκκλησίας ἐτιμήσατε. Οὐ γὰρ εἰς αὐτοὺς διαβαίνει μόνον ἡ τιμὴ, ἀλλὰ καὶ εἰς τοὺς ἐκπέμψαντας, οἳ ἐχειροτόνησαν αὐτοὺς, καὶ πρὸ ἐκείνων, εἰς τὴν τοῦ Θεοῦ δόξαν. Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονουμένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφημίας. Εἰς τὸ κοινὸν τῶν Ἐκκλησιῶν. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καὶ γὰρ μεγάλη ἡ δύναμις τῆς συνόδου, ἤγουν τῶν Ἐκκλησιῶν. Σκόπει πῶς μεγάλη ἦν ἡ δύναμις τῆς συνόδου. Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ στόμα ἠνέῳξεν· ἡ τούτων ψῆφος, οὐχ ὡς ἔτυχε, καὶ τοὺς ἐπὶ τὰς πνευματικὰς ἀρχὰς ἐρχομένους κατακοσμεῖ. Διά τοι τοῦτο καὶ ὁ μέλλων χειροτονεῖν καὶ τὰς ἐκείνων εὐχὰς καλεῖ τότε, καὶ αὐτοὶ ἐπιψηφίζονται, καὶ ἐπιβοῶσιν ἅπερ ἴσασιν οἱ μεμυημένοι· οὐ γὰρ δὴ θέμις ἐπὶ τῶν ἀμυήτων ἐκκαλύπτειν ἅπαντα. Ἔστι δὲ ὅπου οὐδὲ διέστηκεν ὁ ἱερεὺς τοῦ ἀρχομένου· οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων· ὁμοίως γὰρ πάντες ἀξιούμεθα τῶν αὐτῶν· οὐ καθάπερ ἐπὶ τῆς Παλαιᾶς, τὰ μὲν ὁ ἱερεὺς ἤσθιε, τὰ δὲ ὁ ἀρχόμενος, καὶ θέμις οὐκ ἦν τῷ λαῷ μετέχειν ὧν μετεῖχεν ὁ ἱερεύς. Ἀλλ' οὐ νῦν· ἀλλὰ πᾶσιν ἓν σῶμα πρόκειται, καὶ ποτήριον ἕν. Καὶ ἐν ταῖς εὐχαῖς δὲ πολὺ τὸν λαὸν ἴδοι τις ἂν συνεισφέροντα. Καὶ γὰρ ὑπὲρ τῶν ἐνεργουμένων, ὑπὲρ τῶν ἐν μετανοίᾳ, κοιναὶ καὶ παρὰ τοῦ ἱερέως, καὶ παρ' αὐτῶν γίνονται αἱ εὐχαὶ, καὶ πάντες μίαν λέγουσιν εὐχὴν, εὐχὴν τὴν ἐλέου γέμουσαν. Πάλιν ἐπειδὰν εἴρξωμεν τῶν ἱερῶν περιβόλων τοὺς οὐ δυναμένους τῆς ἱερᾶς μετασχεῖν τραπέζης, ἑτέραν δεῖ γενέσθαι εὐχὴν, καὶ πάντες ὁμοίως ἐπ' ἐδάφους κείμεθα, καὶ πάντες ὁμοίως ἀνιστάμεθα. Ὅταν εἰρήνης πάλιν μεταλαμβάνειν καὶ μεταδιδόναι δέῃ, πάντες ὁμοίως ἀσπαζόμεθα. Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ· τὸ γὰρ, Μετὰ τοῦ πνεύματός σου, οὐδὲν ἄλλο ἐστὶν, ἢ τοῦτο. Τὰ τῆς εὐχαριστίας πάλιν κοινά· οὐδὲ γὰρ ἐκεῖνος εὐχαριστεῖ μόνος, ἀλλὰ καὶ ὁ λαὸς ἅπας. Πρότερον γὰρ αὐτῶν λαβὼν φωνὴν, εἶτα συντιθεμένων ὅτι ἀξίως καὶ δικαίως τοῦτο γίνεται, τότε ἄρχεται τῆς εὐχαριστίας. Καὶ τί θαυμάζεις, εἴ που μετὰ τοῦ ἱερέως ὁ λαὸς φθέγγεται, ὅπου γε καὶ μετ' αὐτῶν τῶν Χερουβὶμ καὶ τῶν ἄνω δυνάμεων, κοινῆ τοὺς ἱεροὺς ἐκείνους ὕμνους ἀναπέμπει; Ταῦτα δέ μοι πάντα ἐκεῖνα εἴρηται, ἵνα ἕκαστος καὶ τῶν ἀρχομένων νήφῃ, ἵνα μάθωμεν ὅτι σῶμά ἐσμεν ἅπαντες ἓν, τοσαύτην ἔχοντες πρὸς ἀλλήλους διαφορὰν, ὅσην μέλη πρὸς μέλη καὶ μὴ τὸ πᾶν ἐπὶ τοὺς ἱερέας ῥίπτωμεν, ἀλλὰ καὶ αὐτοὶ, ὥσπερ κοινοῦ σώματος, τῆς Ἐκκλησίας ἁπάσης οὕτω φροντίζωμεν. Τοῦτο γὰρ καὶ ἀσφάλειαν πλείονα, καὶ ἡμῖν ἐπίδοσιν μείζονα κατασκευάζει· πρὸς ἀρετήν. Ἄκουσον γοῦν ἐπὶ τῶν ἀποστόλων, πῶς ἀλλαχοῦ τοὺς ἀρχομένους κοινωνοὺς τῆς γνώμης ἐλάμβανον. Καὶ γὰρ ὅτε τοὺς ἑπτὰ ἐχειροτόνουν, τῷ δήμῳ πρότερον ἐκοινώσαντο· καὶ ὅτε τὸν Ματθίαν ὁ Πέτρος, τοῖς παροῦσιν ἅπασι τότε, καὶ ἀνδράσι καὶ γυναιξίν. Οὐ γὰρ ἀρχόντων τῦφός ἐστι τὰ ἐνταῦθα, οὐδὲ ἀρχομένων δουλοπρέπεια, ἀλλὰ ἀρχὴ πνευματικὴ, τούτῳ μάλιστα πλεονεκτοῦσα, τῷ τὸ πλέον τῶν πόνων καὶ τῆς ὑπὲρ ὑμῶν ἀναδέχεσθαι φροντίδος, οὐ τῷ τιμὰς πλείους ἐπιζητεῖν. Καὶ γὰρ ὡς μίαν οἰκίαν δεῖ τὴν Ἐκκλησίαν οἰκεῖν, ὡς σῶμα ἓν, οὕτω διακεῖσθαι πάντας· ὥσπερ οὖν καὶ βάπτισμα ἕν ἐστι, καὶ τράπεζα μία, καὶ πηγὴ μία, καὶ κτίσις μία, καὶ Πατὴρ εἷς. Τί τοίνυν διῃρήμεθα, τοσούτων συναγόντων ἡμᾶς; τί διεσπάσμεθα; Ἀναγκαζόμεθα γὰρ πάλιν τὰ αὐτὰ ὀδύρασθαι, ἃ πολλάκις ἐθρήνησα· πένθους ἄξια τὰ παρόντα· οὕτω σφόδρα ἀπ' ἀλλήλων ἐσμὲν ἀπεῤῥηγμένοι, δέον ἑνὸς σώματος μιμεῖσθαι συνάφειαν. Οὕτω γὰρ καὶ παρὰ τοῦ ἐλάττονος ὁ μείζων κερδᾶναι δυνήσεται. Εἰ γὰρ Μωϋσῆς παρὰ τοῦ κηδεστοῦ τι τῶν συμφερόντων ἔμαθεν ὅπερ αὐτὸς οὐ συνεῖδε, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ τοῦτο ἂν γένοιτο. Καὶ τί δή ποτε, ὃ συνεῖδεν ὁ ἄπιστος, οὐ συνεῖδεν ὁ πνευματικός; Ἵνα μάθωσιν ἅπαντες οἱ τότε, ὅτι ἄνθρωπος ἦν, κἂν θάλατταν σχίζῃ, κἂν πέτραν ῥηγνύῃ, τῆς τοῦ Θεοῦ ῥοπῆς δεῖται· καὶ ὅτι ἐκεῖνα οὐκ ἀνθρωπίνης φύσεως ἦν, ἀλλὰ Θεοῦ δυνάμεως. Καὶ νῦν, εἰ οὐ λέγει τὰ συμφέροντα ὁ δεῖνα, ἕτερος ἀναστὰς εἰπάτω. Κἂν ἐλάττων ᾖ, λέγῃ δέ τι τῶν συμφερόντων, κύρωσον τὴν γνώμην· κἂν τῶν σφόδρα εὐτελεστάτων ᾖ, μὴ ἀτιμάσῃς. Οὐδεὶς γὰρ τούτων ἀφέστηκε τῶν πλησίον, ὅσον ὁ κηδεστὴς τοῦ Μωϋσέως· ἀλλ' οὐκ ἀπηξίωσεν ἀκοῦσαι, ἀλλὰ καὶ ἐδέξατο τὴν γνώμην, καὶ ἐπείσθη, καὶ ἀνάγραπτον ἐποίησε, καὶ οὐκ ᾐσχύνθη ταῦτα ἱστορίᾳ παραδοῦναι, τὸν τῶν πολλῶν τῦφον καθαιρῶν. Διὸ καὶ ὡς ἐν στήλῃ τῷ βίῳ ταῦτα γράψας κατέλιπεν· ᾔδει γὰρ πολλοῖς χρήσιμον ἐσομένην τὴν ἱστορίαν. Μὴ δὴ παρορῶμεν τοὺς τὰ δέοντα συμβουλεύοντας, κἂν τῶν ἀρχομένων τις ᾖ, κἂν τῶν εὐτελῶν, μηδὲ ἅπερ ἂν ἡμεῖς εἰσηγησώμεθα, ταῦτα πάντως κρατεῖν ἀξιῶμεν· ἀλλ' ἅπερ ἂν συμφέροντα φανῇ, ταῦτα παρὰ πάντων κυρούσθω. Πολλοὶ γὰρ τῶν ἀμβλυωττόντων πολλὰ συνεῖδον μᾶλλον ὑπὲρ τοὺς ὀξὺ βλέποντας, διὰ τὸ σπουδάζειν καὶ συντετάσθαι. Μηδὲ λέγε, Τί με καλεῖς εἰς συμβουλὴν, εἰ μὴ ἀκούεις ὃ λέγω; οὐκ ἔστι συμβούλου ταυτὶ τὰ ἐγκλήματα, ἀλλὰ τυράννου. Ὁ γὰρ σύμβουλος εἰπεῖν τὰ παρ' αὐτοῦ κύριός ἐστι μόνον· ἂν δὲ καὶ ἕτερον λυσιτελέστερον φανῇ, ὁ δὲ τὰ παρ' αὐτοῦ πράττειν ἐθέλῃ, οὐκέτι σύμβουλός ἐστιν, ἀλλὰ τύραννος, ὥσπερ ἔφην. Μὴ δὴ οὕτω ποιῶμεν, ἀλλὰ τύφου παντὸς καὶ ἀπονοίας ἀπαλλάξαντες τὴν ψυχὴν, σκοπῶμεν οὐχ ὅπως μόνον τὰ ἡμέτερα σταίη, ἀλλ' ὅπως ἡ συμφέρουσα γνώμη κρατήσειε, κἂν μὴ παρ' ἡμῶν εἰσφέρηται. Οὐδὲ γὰρ μικρὸν κερδανοῦμεν, κἂν μὴ τὰ δέοντα εὕρωμεν, αὐτοὶ τὰ παρ' ἑτέρων φανέντα δεχόμενοι, καὶ παρὰ τοῦ Θεοῦ πολὺν ληψόμεθα τὸν μισθὸν, καὶ δόξης δὲ οὕτω μάλιστα ἀπολαύσομεν. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὰ συμφέροντα εἰπὼν, σοφός· οὕτως ἡμεῖς καταδεξάμενοι, καὶ αὐτοὶ συνέσεως καὶ εὐγνωμοσύνης καρπωσόμεθα ἔπαινον. Οὕτω καὶ οἰκίαι καὶ πόλεις, οὕτω καὶ Ἐκκλησία οἰκονομουμένη, μείζονα λήψεται προσθήκην· οὕτω καὶ ἡμεῖς τὸν παρόντα βίον ἄριστα οἰκονομήσαντες, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
