# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-25

Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι ὅτι οὐκ ἔφερε τὰς ἐπιβουλὰς, ὅτι ἔκαμνε, καὶ δεήσεως ἐδεῖτο ὑπὲρ ἀπαλλαγῆς. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ τὸ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς, καὶ ἀθυμεῖς; Μὴ δόξῃ τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο μὲν αὐτὸ δείκνυσί μου τὴν δύναμιν· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται· ὅταν διωκόμενοι τῶν διωκόντων περιγίνησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπησθε. Μὴ τοίνυν ζήτει τὰ περιττά. Ὁρᾷς πῶς ἄλλην μὲν αἰτίαν αὐτὸς τίθησιν, ἄλλην δὲ ὁ Θεός; Αὐτὸς μὲν γὰρ λέγει, Ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί· τὸν δὲ Θεὸν εἰρηκέναι φησὶν, ὑπὲρ τοῦ δεῖξαι τὴν δύναμιν αὐτοῦ, τοῦτο συγχωρεῖ. Οὐ τοίνυν περιττὸν μόνον ζητεῖς, ἀλλὰ καὶ ἐπισκοτοῦν τῇ τῆς δυνάμεώς μου δόξῃ πρᾶγμα. Τὸ γὰρ, Ἀρκεῖ σοι, τοῦτο δηλοῦντός ἐστιν, ὡς οὐκ ὀφείλοντος προστεθῆναι ἑτέρου τινὸς, ἀλλ' ὡς τοῦ παντὸς ἀπηρτισμένου. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ κεφαλαλγίαν φησίν. Οὐ γὰρ δὴ νοσοῦντες ἐκήρυττον (οὐ γὰρ ἠδύναντο κηρύττειν ἀσθενοῦντες), ἀλλ' ὅτι ἐλαυνόμενοι, διωκόμενοι, πάντων περιεγένοντο. Ἐπειδὴ οὖν ταῦτα ἤκουσα, φησὶν, ἥδιστα οὖν καυχήσομαι ἐν ἀσθενείαις μου. Ἵνα γὰρ μὴ καταπέσωσιν, ἐκείνων τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ τούτων ὄντων ἐν διωγμοῖς, δείκνυσιν, ὅτι διὰ τοῦτο λαμπρότερος γίνεται, καὶ οὕτω μᾶλλον ἡ δύναμις τοῦ Θεοῦ διαλάμπει, καὶ καυχήσεως ἄξια τὰ γινόμενα. Διό φησιν, Ἥδιστα οὖν καυχήσομαι. Οὐχὶ λυπούμενος ταῦτα εἶπον ἅπερ ἀπηριθμησάμην, ἢ τοῦτο ὅπερ εἴρηκα νῦν, ὅτι Ἐδόθη μοι σκόλοψ, ἀλλ' ἐγκαλλωπιζόμενος καὶ πλείονα δύναμιν ἐφελκόμενος. Διὸ καὶ ἐπάγει, Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασμῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔξετο καὶ ἐπέμενε. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις πολλαῖς. Ποίαις, εἰπέ μοι; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες πῶς αὐτὸ νῦν ἀπεκάλυψε σαφέστατα; Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας. Εἶδες ψυχὴν εὐγνώμονα; Ἐπεθύμει ἀπαλλαγῆναι τῶν δεινῶν· ὅτε δὲ ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ μόνον οὐκ ἠθύμησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐφράνθη. Διὸ ἔλεγεν, Εὐδοκῶ, χαίρω, ἐπιθυμῶ, ὑβρίζεσθαι, διώκεσθαι, στενοχωρεῖσθαι ὑπὲρ Χριστοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκείνους καταστέλλων, καὶ τούτων ἐπαίρων τὰ φρονήματα, ἵνα μὴ αἰσχύνωνται τοῖς Παύλου παθήμασιν. Ἀρκεῖ γὰρ ἡ ὑπόθεσις πάντων ποιῆσαι λαμπροτέρους. Εἶτα καὶ ἄλλην αἰτίαν τίθησιν· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Τί θαυμάζεις, εἰ τοῦ Θεοῦ ἡ δύναμις τότε διαδείκνυται; καὶ ἐγὼ τότε δυνατός εἰμι· τότε γὰρ μάλιστα ἡ χάρις ἐπῄει. Καθὼς γὰρ περισσεύει τὰ παθήματα αὐτοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ὅπου θλίψις, ἐκεῖ καὶ παράκλησις· ὅπου παράκλησις, ἐκεῖ καὶ χάρις. Ὅτε γοῦν ἐνέπεσεν εἰς τὸ δεσμωτήριον, τότε τὰ θαυμαστὰ ἐποίησεν ἐκεῖνα· ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε καὶ τοῦ δικαστοῦ περιγέγονεν. Οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνέβαινεν· ἐν τοῖς πειρασμοῖς ἤνθουν οἱ δίκαιοι· οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ Δανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ· πάντες ἐντεῦθεν λαμπροὶ, καὶ μεγάλων κατηξιώθησαν στεφάνων. Τότε γὰρ καὶ ἡ ψυχὴ καθαίρεται, ὅτε διὰ τὸν Θεὸν θλίβεται· τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος. Καὶ πρὸ τοῦ μισθοῦ δὲ τοῦ παρὰ τοῦ Θεοῦ κειμένου, μεγάλα καρποῦται ἀγαθὰ φιλόσοφος γινομένη. Καὶ γὰρ τὸν τῦφον περισπᾷ, καὶ τὴν ῥᾳθυμίαν ἐκκόπτει πᾶσαν ἡ θλῖψις, καὶ πρὸς ὑπομονὴν ἀλείφει· ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν. Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρημάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός. Καὶ εἰ βούλει ἐπ' αὐτῶν τῶν πραγμάτων ἰδεῖν, καὶ ἄνδρα ἰδίᾳ καὶ δῆμον ὁλόκληρον, δυνήσομαί σοι δεῖξαι, καὶ ἐν θλίψει γενομένους, καὶ ἐν ἀνέσει, καὶ διδάξαι πόσον ἐντεῦθεν τὸ κέρδος, καὶ πόση ἐκεῖθεν ἡ ῥᾳθυμία.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
