# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-28

Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως· ὑμᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας. Ἀλλ' ὅμως καὶ τὸ κηδεμονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινόμενον, ὅρα πῶς μετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυμοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας; Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγμα ὑπομεῖναι δοκοῦν ἀσθενείας ἔχειν ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει· μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγμα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· καίτοι οὔτε μωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξηγούμενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρμηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι· καὶ πάλιν· Ἡμεῖς δὲ κηρύσσομεν Θεὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπόνοιαν ἑρμηνεύει, μωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νομιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευομένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο μὴ σταυρωθῆναι διὰ πάντων ἔδειξε, νῦν μὲν ὑπτίους ῥίψας, νῦν δὲ τὰς ἀκτῖνας ἀποστρέψας, καὶ συκῆν ξηράνας, καὶ τὰς ὄψεις τῶν ἐλθόντων ἐπ' αὐτὸν πηρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας καὶ ἐπιβουλὴν (ἐδείξαμεν γὰρ τὴν ἀσθένειαν κίνδυνον καλουμένην καὶ ἐπιβουλὴν), ἀλλ' ὅμως οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ' ἑαυτὸν ἕλκων τὸ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς διωκομένους, ἐλαυνομένους, καταφρονουμένους, καὶ οὐκ ἀμυνομένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶ παρὰ ἀτονίαν ταῦτα πάσχουσιν, οὐδὲ παρὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν Δεσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσμεῖτο, μυρία ἔπασχε, καὶ οὐκ ἐπεξῄει, ἀλλ' ἔμενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑπομένων πράγματα, καὶ ταύτῃ τὴν δύναμιν ἐπιδεικνύμενος τὴν αὑτοῦ, ὅτι καὶ μὴ ἐπεξιὼν μηδὲ ἀμυνόμενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκούσῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονομίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάμεως Θεοῦ, [οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ' ἀδιάφορον αὐτῷ τὸ λέγειν καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάμεως Θεοῦ,] ἐκ δυνάμεως τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, μὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πατρός μου ἐμά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως οὐδὲ ἡμεῖς διωκόμενοι, πολεμούμενοι· διὸ καὶ ἐπάγει· Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Ἀσθενοῦμεν ἐν αὐτῷ; Διωκόμεθα, ἐλαυνόμεθα, τὰ ἔσχατα πάσχομεν, Ἀλλὰ τί ἐστιν, Ἐν αὐτῷ; Διὰ τὸ κήρυγμα, φησὶ, καὶ τὴν πίστιν τὴν εἰς αὐτόν. Εἰ δὲ τὰ σκυθρωπὰ καὶ φορτικὰ ὑπομένομεν δι' αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρημένων ἔδειξεν ὅτι, εἰ καὶ μὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ' ὡς τὴν μακροθυμίαν τὴν ἐκείνου μιμούμενος τοῦ σταυρουμένου, καὶ μὴ ἀμυνομένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας, ἀπὸ τῶν μαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐμοῦ τοῦ διδασκάλου, φησὶ, καὶ τοσαύτην ἔχοντος φροντίδα, καὶ τὴν οἰκουμένην ἅπασαν ἐμπεπιστευμένου, καὶ τοσαῦτα σημεῖα πεποιηκότος; Ὑμᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει μαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑμῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ ἐν ὑμῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων τοῦτο αὐτὸ εἴρηται θαύματα ἐργαζομένων· οἱ γὰρ πιστεύοντες τότε, ἐθαυματούργουν· διὸ καὶ ἐπήγαγεν, Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν, εἰ μή τι ἀδόκιμοί ἐστε; Εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐμοὶ δὲ δοκεῖ πίστιν ἐνταῦθα λέγειν καὶ τὴν τῶν σημείων. Εἰ γὰρ ἔχετε τὴν πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑμῖν ἐστιν, Εἰ μή τι ἀδόκιμοι γεγόνατε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
