# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-29

Μένωμεν τοίνυν καὶ τῶν δογμάτων τούτων τὴν ἀκρίβειαν ἔχοντες, καὶ τοῦ Θεοῦ τὴν ἀγάπην ἐπισπώμενοι. Πρότερον μὲν γὰρ μισοῦντας ἠγάπησε, καὶ ἐχθροὺς ὄντας κατήλλαξε· λοιπὸν δὲ ἀγαπῶντας ἀγαπᾷν βούλεται. Μένωμεν τοίνυν ἀγαπῶντες αὐτὸν, ὥστε καὶ παρ' αὐτοῦ ἀγαπᾶσθαι. Εἰ γὰρ παρὰ ἀνθρώπων δυνατῶν ἀγαπώμενοι, φοβεροὶ πᾶσίν ἐσμεν, πολλῷ μᾶλλον παρὰ τοῦ Θεοῦ. Κἂν χρήματα δέῃ, κἂν σώματα, κἂν αὐτὴν τὴν ψυχὴν ὑπὲρ ταύτης δοῦναι τῆς ἀγάπης, μὴ φεισώμεθα. Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων λέγειν, ὅτι ἀγαπῶμεν, ἀλλὰ χρὴ καὶ τὴν τῶν πραγμάτων παρέχειν ἀπόδειξιν· οὐδὲ γὰρ αὐτὸς διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἔδειξε τὴν ἀγάπην. Δεῖξον τοίνυν καὶ σὺ διὰ τῶν ἔργων τοῦτο, καὶ ποίει τὰ δοκοῦντα αὐτῷ· οὕτω γὰρ αὐτὸς καρπώσῃ τὸ κέρδος πάλιν. Ἐκεῖνος γὰρ οὐδενὸς δεῖται τῶν παρ' ἡμῶν· ὃ καὶ μάλιστα γνησίας ἀγάπης, τὸ μὴ δεόμενον μηδὲ ἐν χρείᾳ καθεστῶτα, πάντα ποιεῖν ὑπὲρ τοῦ φιλεῖσθαι παρ' ἡμῶν. Διὸ καὶ Μωϋσῆς ἔλεγε, Τί γὰρ ζητεῖ Κύριος ὁ Θεὸς παρ' ὑμῶν, ἀλλ' ἢ ἀγαπᾷν αὐτὸν, καὶ ἕτοιμον εἶναί σε τοῦ πορεύεσθαι ὀπίσω αὐτοῦ; Ὥστε, ὅταν αὐτὸν κελεύῃ φιλεῖν, τότε μάλιστα δείκνυσιν ὅτι σε φιλεῖ. Οὐδὲν γὰρ οὕτω συγκροτεῖ τὴν σωτηρίνα τὴν ἡμετέραν, ὡς τὸ αὐτὸν ἀγαπᾷν. Ὅρα γοῦν, ὅτι καὶ τὰ ἐπιτάγματα αὐτοῦ πάντα εἰς τὴν ἡμετέραν ἀνάπαυσιν καὶ σωτηρίαν καὶ εὐδοκίμησιν συντείνει. Καὶ γὰρ ὅταν εἴπῃ, Μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ εἰρηνοποιοὶ, αὐτὸς μὲν οὐδὲν ἐντεῦθεν καρποῦται, ἡμᾶς δὲ καλλωπίζων καὶ ῥυθμίζων ταῦτα ἐπιτάττει· καὶ ὅταν λέγῃ, Ἐπείνασα· οὐ δεόμενος τῆς παρ' ἡμῶν διακονίας, ἀλλὰ σὲ ἀλείφων εἰς φιλανθρωπίαν. Ἠδύνατο γὰρ καὶ χωρὶς σοῦ τὸν πένητα τρέφειν, ἀλλὰ θησαυρόν σοι χαριζόμενος μέγιστον, ταῦτα ἐπέταξεν. Εἰ γὰρ ὁ ἥλιος, κτίσμα ὢν, οὐδὲ δεῖται τῶν ἡμετέρων ὀφθαλμῶν (μένει γὰρ τὴν οἰκείαν φαιδρότητα ἔχων, κἂν μηδεὶς εἰς αὐτὸν ἐμβλέπῃ), οἱ δὲ κερδαίνοντες ἡμεῖς ἐσμεν, ὅταν αὐτοῦ τῆς ἀκτῖνος ἀπολαύσωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο συμβαίνει. Ἵνα δὲ καὶ ἑτέρωθεν τοῦτο μάθῃς, ἄκουε· Πόσον εἶναι βούλει τὸ μέσον τοῦ Θεοῦ καὶ ἡμῶν; ἆρα ὅσον κωνώπων καὶ ἡμῶν ἢ πολλῷ πλέον; Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον. Εἰ τοίνυν ἡμεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων οὐ δεόμεθα βοηθείας ἢ δόξης, πολλῷ μᾶλλον τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές. Τοσοῦτον ἡμῶν τοίνυν ἀπολαύει, ὅσον εὐεργετούμεθα, ὅσον ἐντρυφᾷ ἡμῶν τῇ σωτηρίᾳ. Διὰ τοῦτο καὶ πολλαχοῦ τὰ αὑτοῦ ἀφιεὶς, τὰ σὰ ζητεῖ. Εἴ τις γὰρ, φησὶ, γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ὁ δὲ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχεύεσθαι. Εἶδες ἄφατον ἀγαθότητα; Ἐὰν ᾖ πόρνη ἡ γυνὴ, φησὶν, οὐκ ἀναγκάζω συνοικεῖν· ἐὰν δὲ ἄπιστος, οὐ κωλύω. Πάλιν, ἐὰν λυπῇ πρός τινα, κελεύω ἀφεῖναί μου τὴν προσφορὰν, καὶ προσδραμεῖν πρὸς τὸν λελυπηκότα. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶ, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί δὲ ἡ παραβολὴ τοῦ πάντα κατεδηδοκότος; οὐ τοῦτο ἐνδείκνυται; Ὅτε μὲν γὰρ τὰ μύρια τάλαντα κατέφαγεν, ἠλέησεν αὐτὸν, καὶ ἀφῆκεν· ὅτε δὲ ἑκατὸν δηνάρια ἀπῄτει τὸν σύνδουλον, καὶ πονηρὸν ἐκάλεσε, καὶ τῇ κολάσει παρέδωκεν· οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς. Εἰς τὴν γυναῖκα τοῦ δικαίου ἔμελλεν ἁμαρτάνειν ὁ βάρβαρος, καί φησιν, Ἐφεισάμην σου τοῦ ἁμαρτῆσαι εἰς ἐμέ. Τοὺς ἀποστόλους ἐδίωκεν ὁ Παῦλος, καὶ λέγει πρὸς αὐτόν· Τί με διώκεις; Ἄλλοι πεινῶσι, καὶ λέγει αὐτὸς πεινᾷν, καὶ γυμνὸς περιιέναι καὶ ξένος, βουλόμενός σε ἐντρέπειν, καὶ ταύτῃ εἰς τὸν τῆς ἐλεημοσύνης λόγον ἐμβαλεῖν. Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας· ὅπερ μέγιστόν ἐστι κεφάλαιον τῶν ἀγαθῶν, καὶ φῶς διανοίας, καὶ διδασκαλία ἀρετῆς· καὶ βίον ἀρεστὸν νομοθετήσας, καὶ πάντα δι' ἡμᾶς ἐργασάμενος, καὶ τὸν Υἱὸν δεδωκὼς, καὶ βασιλείαν ἐπαγγειλάμενος, καὶ ἐπὶ τὰ ἀπόῤῥητα ἡμᾶς καλῶν ἀγαθὰ, καὶ μακαριωτάτην ζωὴν παρασκευάσας ἡμῖν, ἅπαντα ποιῶμεν καὶ λέγωμεν, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τῆς αὐτοῦ, καὶ ἐπιτυχεῖν τῶν μελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
