# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1-4

Ὥστε εἰ καὶ θυμοῦ τὰ ῥήματα ἔγεμεν, ἀλλ' ἐξ ἀγάπης ἦν πολλῆς καὶ ὀδύνης ὁ θυμός. Καὶ γράφων τὴν Ἐπιστολὴν, ἔπασχον, ἤλγουν, οὐχ ὅτι ἡμαρτήκατε μόνον, ἀλλ' ὅτι καὶ ἠναγκαζόμην λυπεῖν. Καὶ τοῦτο δὲ αὐτὸ ἐξ ἀγάπης· ὥσπερ ἂν ἔχων τις παῖδα γνήσιον σηπεδόνα ἔχοντα, ἀναγκαζόμενος τέμνειν καὶ καίειν, δι' ἀμφότερα πάσχοι, καὶ ὅτι νοσεῖ, καὶ ὅτι ἀναγκάζεται αὐτὸν τέμνειν. Ὥστε ὃ νομίζετε εἶναι τοῦ μισεῖν ὑμᾶς σημεῖον, τοῦτο τοῦ σφόδρα φιλεῖν ἦν. Εἰ δὲ τὸ λυπῆσαι ἐξ ἀγάπης, πολλῷ μᾶλλον τὸ εὐφραίνεσθαι λυπουμένων. Ἀπολογησάμενος τοίνυν ὑπὲρ ἑαυτοῦ (καὶ γὰρ ἀπολογεῖται πολλαχοῦ· καὶ οὐκ αἰσχύνεται· εἰ γὰρ ὁ Θεὸς αὐτὸ ποιεῖ λέγων, Λαός μου, τί ἐποίησά σοι; πολλῷ μᾶλλον Παῦλος)· ἀπολογησάμενος οὖν ὑπὲρ ἑαυτοῦ, καὶ μέλλων μετιέναι λοιπὸν ἐπὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ τοῦ πεπορνευκότος· ἵνα μὴ διαστραφῶσιν ὡς τἀναντία κελευόμενοι, καὶ προσφιλονεικήσωσιν, ἐπειδὴ αὐτὸς ἦν ὁ καὶ τότε ὀργισθεὶς, καὶ νῦν κελεύων αὐτὸν ἀφιέναι· ὅρα πῶς αὐτὸ προῳκονόμησεν, ἀπό τε τῶν εἰρημένων, ἀπό τε τῶν ῥηθησομένων. Τί γάρ φησιν; Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκε. Πρῶτον αὐτοὺς ἐπαινέσας, ὡς τὰ αὐτὰ χαίροντας, καὶ τὰ αὐτὰ λυπουμένους, τότε ἐμβάλλει εἰς τὸν περὶ τούτου λόγον, εἰπὼν πρῶτον, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἰ δὲ ἡ χαρὰ πάντων ὑμῶν χαρὰ, δεῖ μετ' ἐμοῦ καὶ νῦν ἡσθῆναι, ὥσπερ ἠλγήσατε μετ' ἐμοῦ τότε. Καὶ γὰρ δι' ὧν ἐλυπήθητε, ηὐφράνατε· καὶ δι' ὧν χαίρετε νῦν, ἂν ἄρα ἡσθῆτε, τὸ αὐτὸ ποιήσετε. Καὶ οὐκ εἶπεν, Ἡ ἐμὴ λύπη πάντων ὑμῶν ἐστιν· ἀλλ' ἐν τοῖς ἄλλοις κατασκευάσας τοῦτο, νῦν μόνον οὗ ἔχρῃζε, τοῦτο τέθεικε, τὴν χαρὰν, εἰπὼν, ὅτι Ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Εἶτα καὶ τῶν προτέρων μέμνηται λέγων· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Οἶδα, φησὶν, ὅτι συνωργίσθητέ μοι καὶ συνηγανακτήσατε ἐπὶ τῷ πεπορνευκότι, καὶ ἐκ μέρους πάντας ὑμᾶς ἐλύπησε τὸ συμβάν. Διὰ τοῦτο δὲ εἶπον, Ἐκ μέρους, οὐχ ὡς ὑμῶν ἐλάττονα ἀλγησάντων, ἢ ἐγὼ, ἀλλ' ἵνα μὴ βαρήσω ἐκεῖνον τὸν πορνεύσαντα. Οὐκ ἐμὲ τοίνυν μόνον ἐλύπησεν, ἀλλὰ καὶ ὑμᾶς ὁμοίως, καὶ φειδόμενος αὐτοῦ εἶπον· Ἀπὸ μέρους. Εἶδες πῶς αὐτῶν εὐθέως ἐχάλασε τὸν θυμὸν, δείξας καὶ τῆς ἀγανακτήσεως κοινωνοὺς γενομένους; Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ οὐ λέγει, Τῷ πεπορνευκότι, ἀλλὰ πάλιν, Τῷ τοιούτῳ, ὡς καὶ ἐν τῇ προτέρᾳ· ἀλλ' οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ' ἐκεῖ μὲν αἰσχυνόμενος, ἐνταῦθα δὲ φειδόμενος. Διὸ οὐδὲ μέμνηται λοιπὸν οὐδαμοῦ τῆς ἁμαρτίας· καιρὸς γὰρ ἀπολογίας ἦν. Ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Οὐ γὰρ μόνον κελεύει λῦσαι τὴν ἐπιτίμησιν, ἀλλὰ καὶ ἐπὶ τὰ πρότερα ἐπανάγει. Τὸν γὰρ μαστιγωθέντα ἂν μόνον τις ἀφῇ, καὶ οὐ θεραπεύσῃ, οὐδὲν ἐποίησεν. Ὅρα δὲ πῶς κἀκεῖνον πάλιν καταστέλλει, ἵνα μὴ τῇ συγχωρήσει γένηται χείρων. Εἰ γὰρ καὶ ἐξωμολογήσατο, καὶ μετενόησε, δείκνυσιν ὅτι οὐ τοσοῦτον ἀπὸ τῆς μετανοίας, ὅσον ἀπὸ τῆς δωρεᾶς λαμβάνει τὴν ἄφεσιν. Διό φησι· Χαρίσασθαι καὶ παρακαλέσαι. Καὶ τὸ ἑξῆς πάλιν τὸ αὐτὸ δηλοῖ. Οὐ γὰρ ἐπειδὴ ἄξιός ἐστιν, οὐδὲ ἐπειδὴ ἀρκοῦσαν μετάνοιαν ἐπεδείξατο, ἀλλ' ἐπειδὴ ἀσθενής ἐστι, διὰ τοῦτό φησιν· Ἀξιῶ· διὸ καὶ ἐπήγαγε, Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Τοῦτο δὲ καὶ μαρτυροῦντος ἦν αὐτῷ πολλὴν τὴν μετάνοιαν, καὶ οὐκ ἀφιέντος εἰς ἀπόνοιαν ἐλθεῖν. Τί δέ ἐστι τὸ, Καταποθῇ; Ἢ τοῦτο ποιήσας ὅπερ καὶ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῇν χείρων γενόμενος. Κἂν γὰρ ἀποσκιρτήσῃ, φησὶ, τῷ μὴ φέρειν ἐπιπλέον τὴν ἐκ τῆς ἐπιτεινομένης ἐπιπλήξεως ὀδύνην· πολλάκις καὶ ἀπογνοὺς, ἢ εἰς ἀγχόνην, ἢ εἰς μείζονα λοιπὸν ἥξει κακίαν. Δεῖ τοίνυν προκαταλαβεῖν, ἵνα μὴ χαλεπώτερον τὸ ἕλκος γένηται, μηδὲ, ὅπερ κατωρθώσαμεν, ἀπολέσωμεν τῇ ἀμετρίᾳ. Ταῦτα δὲ ἔλεγεν, ἐκεῖνον, ὅπερ ἔφθην εἰπὼν, καὶ καταστέλλων καὶ παιδεύων μὴ γενέσθαι μετὰ τὴν ἄφεσιν ῥᾳθυμότερον. Οὐ γὰρ ὡς ἀπονιψάμενον τέλεον, ἀλλ' ὡς δεδοικὼς μὴ χαλεπώτερόν τι ἐργάσηται, οὕτω ἐδεξάμην, φησίν. Ὅθεν μανθάνομεν, ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ πρὸς τὴν διάνοιαν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων τὴν μετάνοιαν ὁρίζειν· ὃ καὶ τότε ὁ Ἀπόστολος ἐποίησε. Καὶ γὰρ ἐφοβεῖτο αὐτοῦ τὸ ἀσθενές· καὶ διὰ τοῦτο ἔλεγε, Μὴ καταποθῇ, ὡς ἐπὶ θηρίου, ὡς ἐπὶ χειμῶνος, ὡς ἐπὶ κλύδωνος. Διὸ παρακαλῶ ὑμᾶς. Οὐκέτι ἐπιτάττει, ἀλλὰ παρακαλεῖ, οὐχ ὡς διδάσκαλος, ἀλλ' ὡς ὁμότιμος, κἀκείνους ἐπὶ τοῦ θρόνου καθίσας τοῦ δικαστικοῦ, ἑαυτὸν ἔστησεν ἐν τάξει συνηγόρου. Ἐπειδὴ γὰρ κατώρθωσεν ὅπερ ἐβούλετο, ἀπλήστως ὑπὸ χαρᾶς τῇ ἱκετηρίᾳ κέχρηται. Καὶ τί ποτέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Τουτέστι, βεβαιῶσαι, μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσέσθαι. Τοῦτο δὲ πάλιν μαρτυροῦντός ἐστιν αὐτοῖς ἀρετὴν μεγίστην· εἴ γε οἱ οὕτω φιλοῦντες αὐτὸν καὶ συγκροτοῦντες, ὡς καὶ φυσιωθῆναι, οὕτως ἀπεστράφησαν, ὡς τοσαῦτα κάμνειν τὸν Παῦλον, ἵνα κυρώσωσιν εἰς αὐτὸν ἀγάπην. Τοῦτο ἀρετὴ μαθητῶν, τοῦτο ἀρετὴ διδασκάλων, τὸ οὕτως ἐκείνους εὐηνίους εἶναι, τὸ οὕτως αὐτὸν ῥυθμίζειν αὐτούς. Τοῦτο εἰ καὶ νῦν ἐγίνετο, οὐκ ἂν οἱ ἁμαρτάνοντες ἀναισθήτως ἐπλημμέλησαν. Οὔτε γὰρ φιλεῖν ἁπλῶς δεῖ, οὔτε ἀποστρέφεσθαι ἄνευ λόγου τινός. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε· μὴ μόνον ἐν τῷ ἀποτέμνειν, ἀλλὰ καὶ ἐν τῷ συνάπτειν. Εἶδες πῶς πάλιν καὶ ἐνταῦθα αὐτοῖς περιίστησι τὸν ἀγῶνα; Ὥσπερ γὰρ, ἡνίκα ἥμαρτεν, ἐναγωνίους αὐτοὺς ἐποίησεν, εἰ μὴ ἐκτέμοιεν, εἰπὼν, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, καὶ ἕτερα πλείονα· οὕτω καὶ ἐνταῦθα πάλιν τὸν τῆς παρακοῆς αὐτοῖς ἐφίστησι φόβον, μονονουχὶ λέγων, ὅτι Ὥσπερ τότε οὐχ ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ ὑπὲρ ὑμῶν, καὶ νῦν οὐχ ὑπὲρ ἐκείνου μᾶλλον ἢ ὑμῶν αὐτῶν βουλευτέον ὑμῖν ἐστι, μὴ δόξητε φιλόνεικοί τινες εἶναι καὶ ἀπάνθρωποι, καὶ οὐκ ἐν ἅπασιν ὑπήκοοι. Διό φησιν, Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ὑμῖν, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. Ἐκεῖνο μὲν γὰρ ἔδοξεν ἂν καὶ φθόνου εἶναι, καὶ βασκανίας· τοῦτο δὲ δείκνυσιν καθαρὰν μάλιστα τὴν ὑπακοὴν, καὶ εἰ πρὸς φιλανθρωπίαν ἐστὲ ἐπιτήδειοι. Τοῦτο γὰρ μαθητῶν εὐγνωμόνων, τὸ μὴ μόνον ἐκεῖνα, ἀλλὰ καὶ τὰ ἐναντία κελεύσαντι πείθεσθαι. Διὰ τοῦτο εἶπεν, Εἰς πάντα, δεικνὺς ὅτι, ἐὰν μὴ ὑπακούσωσιν, οὐχ οὕτως ἐκεῖνον ὡς ἑαυτοὺς καταισχύνουσι, φιλονείκων λαμβάνοντες δόξαν. Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν αὐτοὺς ὠθήσῃ πρὸς τὸ πεισθῆναι· διὸ καὶ λέγει, Εἰς τοῦτο γὰρ ἔγραψα ὑμῖν. Καίτοι οὐ διὰ τοῦτο ἔγραψε, λέγει δὲ διὰ τοῦτο, ὥστε αὐτοὺς ἐπισπάσασθαι· τὸ γὰρ προηγούμενον ἦν ἡ ἐκείνου σωτηρία. Ἀλλ' ἔνθα μηδὲν βλάπτεται, κἀκείνοις χαρίζεται. Τῷ δὲ εἰπεῖν, Εἰς πάντα, πάλιν ἐγκωμιάζει, τῆς προτέρας ὑπακοῆς ἀναμνήσας, καὶ εἰς μέσον αὐτὴν ἀγαγών. ᾯ δέ τι χαρίζεσθε, κἀγώ. Ὁρᾷς πῶς πάλιν τὰ δευτερεῖα ἑαυτῷ δίδωσιν, ἐκείνους μὲν ἄρχοντας, ἑαυτὸν δὲ ἑπόμενον δεικνύς; Τοῦτό ἐστι μαλάξαι τραχυνομένην γνώμην, τοῦτο ἐκλῦσαι φιλονεικοῦσαν. Εἶτα ἵνα μὴ ὑπτίους ποιήσῃ, ὡς κυρίους ὄντας, καὶ μὴ ἀφῶσιν αὐτὸν, πάλιν αὐτοὺς ἄγχει πρὸς τοῦτο, λέγων, ὅτι καὶ αὐτὸς ἐχαρίσατο. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ὃ κεχάρισμαι, δι' ὑμᾶς. Καὶ τοῦτο γὰρ αὐτὸ δι' ὑμᾶς ἐποίησα, φησί. Καὶ ὥσπερ ἡνίκα ἐκέλευεν ἀποτεμεῖν, οὔτε ἀφῆκεν αὐτοὺς γενέσθαι κυρίους χαρίσασθαι, εἰπὼν, Ἤδη κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, καὶ ἔλαβε πάλιν κοινωνοὺς αὐτοὺς τῆς ψήφου εἰπὼν, Συναχθέντων ὑμῶν παραδοῦναι αὐτὸν, δύο τὰ μέγιστα κατασκευάζων, καὶ τὸ ἐξενεχθῆναι τὴν ἀπόφασιν, καὶ τὸ μὴ χωρὶς ἐκείνων, ὥστε μὴ δόξαι ταύτῃ πλήττειν, καὶ οὔτε μόνος αὐτὴν ἐκφέρει, ἵνα μὴ νομίσωσιν αὐθάδη εἶναι καὶ ὑπερῶφθαι αὐτοὶ, οὔτε τὸ πᾶν αὐτοῖς ἐπιτρέπει, ἵνα μὴ κύριοι γενόμενοι προδῶσι τὸν ἡμαρτηκότα, ἀκαίρως αὐτῷ χαριζόμενοι· οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Ἐγὼ ἤδη ἐχαρισάμην, ὃς ἐν τῇ προτέρᾳ ἤδη κέκρικα Εἶτα ἵνα μὴ πληγῶσιν, ὡς ὑπεροφθέντες, φησὶ, Δι' ὑμᾶς. Τί οὖν; δι' ἀνθρώπους συνεχώρησεν; Οὐχί· διὰ γὰρ τοῦτο καὶ προσέθηκεν, Ἐν προσώπῳ Χριστοῦ. Τί ἐστιν, Ἐν προσώπῳ Χριστοῦ; Ἢ κατὰ Θεὸν, φησὶν, ἢ εἰς δόξαν τοῦ Χριστοῦ. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Εἶδες πῶς καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπιτρέπει, καὶ πάλιν ἀφαιρεῖται αὐτὴν, ἵνα ἐκείνῳ μὲν μαλάξῃ, τούτῳ δὲ τὸ αὔθαδες αὐτῶν ἐκκόψῃ; Οὐ τοῦτο δὲ μόνον ἐντεῦθεν κατασκευάζει, ἀλλὰ καὶ τὸ δεῖξαι κοινὴν τὴν βλάβην οὖσαν, εἰ παρακούσαιεν· ὅπερ καὶ ἐν ἀρχῇ πεποίηκε. Καὶ γὰρ τότε ἔλεγε, Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· καὶ ἐνταῦθα πάλιν, Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. Καὶ πανταχοῦ καὶ αὐτοῦ καὶ ἐκείνων ποιεῖ τὴν ἄφεσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
