Ancient Greek
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-7
Not analysed yet
Ὁρᾷς πῶς κἀντεῦθεν καθαιρεῖ τὸ τῶν Ἰουδαίων φύσημα; Ἀφ' ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαμαίζηλον. Μὴ τοίνυν τούτῳ καλλωπιζέσθωσαν· τί γὰρ τοῦτο πρὸς Ἰουδαίους τοὺς μὴ ἀπολαύσαντας; Διὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει, νῦν μὲν λέγων, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· νῦν δὲ, ὅτι Ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, τὸ αὐτὸ κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ καρδίᾳ αὐτῶν δεικνὺς ἐπικείμενον· ἀνωτέρω δὲ, Ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· οὗ τί γένοιτ' ἂν εὐτελέστερον; ὅταν μηδὲ καταργουμένης δόξης, μᾶλλον δὲ τῆς μηδὲ οὔσης τῇ συγκρίσει, δύνωνται θεαταὶ γενέσθαι, ἀλλὰ καλύπτηται ἀπ' αὐτῶν, εἰς τὸ μὴ ἀτενίσαι εἰς τὸ τέλος τοῦ καταργουμένου, τουτέστι, τοῦ νόμου, ὅ τι τέλος ἔχει. Ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Καὶ τί τοῦτο πρὸς τὸ κάλυμμα, φησὶ, τότε; Ὅτι τὰ μέλλοντα προδιέγραφεν. Οὐ γὰρ μόνον τότε οὐκ εἶδον, ἀλλ' οὐδὲ νῦν ὁρῶσι τὸν νόμον. Καὶ ἡ αἰτία παρ' αὐτοῖς· ἡ γὰρ πώρωσις γνώμης ἐστὶν ἀναισθήτου καὶ ἀγνώμονος. Ὥστε ἡμεῖς ἐσμεν οἱ καὶ τὸν νόμον εἰδότες· ἐκείνοις δὲ οὐχ ἡ χάρις μόνον, ἀλλὰ καὶ οὗτος συνεσκίασται. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, φησὶ, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτὸ οὐ δύνανται συνιδεῖν ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ τοῦ Χριστοῦ πέπαυται, ὥσπερ οὖν καὶ πέπαυται, καὶ ὁ νόμος τοῦτο προλαβὼν εἶπε, πῶς οἱ μὴ δεχόμενοι τὸν Χριστὸν τὸν καταργήσαντα τὸν νόμον, δυνήσονται ἰδεῖν, ὅτι κατήργηται ὁ νόμος; Οὐ χωροῦντες δὲ τοῦτο ἰδεῖν, εὔδηλον ὅτι καὶ αὐτοῦ τοῦ νόμου τοῦ ταῦτα λέγοντος τὴν ἰσχὺν ἀγνοοῦσι, καὶ τὴν δόξαν ἅπασαν. Καὶ ποῦ τοῦτο εἶπε, φησὶν, ὅτι ἐν Χριστῷ καταργεῖται; Οὐκ εἶπε μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἔδειξε· καὶ πρῶτον μὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, καὶ αὐτὸν ὕστερον καθελεῖν. Εἰ γὰρ μὴ ἐβούλετο αὐτὰς παύσασθαι καὶ τὸν περὶ τούτων νόμον ἅπαντα, δυοῖν θάτερον ἂν ἐποίησεν, ἢ οὐκ ἂν καθεῖλε τὸν ναὸν, ἢ καθελὼν, οὐκ ἂν ἀπηγόρευσεν ἀλλαχοῦ θύεσθαι. Νῦν δὲ τὴν οἰκουμένην ἅπασαν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴμ ἄβατον ταῖς τοιαύταις κατέστησεν ἱερουργίαις· μόνον δὲ τὸν ναὸν αὐταῖς ἀνεὶς καὶ ἀποτάξας, εἶτα αὐτὸν τοῦτον ὕστερον καθελὼν, καὶ εἰς τέλος ἔδειξε διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι πέπαυται τὰ τοῦ νόμου διὰ Χριστοῦ· καὶ γὰρ τὸν ναὸν ὁ Χριστὸς καθεῖλεν. Εἰ δὲ βούλει καὶ διὰ ῥημάτων ἰδεῖν πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται, ἄκουσον αὐτοῦ τοῦ νομοθέτου λέγοντος οὕτω· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελῆται ὑμῖν. Καὶ ἔσται, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Εἶδες πῶς ἔδειξεν ὁ νόμος ὅτι ἐν Χριστῷ παύεται; Ὁ γὰρ προφήτης οὗτος, τουτέστιν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οὗ ἀκούειν ἐκέλευσε Μωϋσῆς, καὶ σάββατον καὶ περιτομὴν καὶ τἄλλα πάντα ἔπαυσε. Καὶ ὁ Δαυῒδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγε περὶ τοῦ Χριστοῦ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών. Διὸ καὶ σαφῶς ὁ Παῦλος ἑρμηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεμένης τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. Καὶ ἀλλαχοῦ δὲ πάλιν φησί· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον, Ἰδοὺ ἥκω. Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Παλαιᾶς παραγαγεῖν μαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόμος. Ὥστε ὅταν ἀποστῇς τοῦ νόμου, τότε ὄψει τὸν νόμον καλῶς· ἕως δ' ἂν αὐτὸν κατέχῃς, καὶ μὴ πιστεύῃς Χριστῷ, οὐκ οἶδας οὐδὲ αὐτὸν τὸν νόμον. Διὸ καὶ ἐπήγαγεν, σαφέστερον τοῦτο αὐτὸ κατασκευάζων, Ἀλλ' ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει τὸ κάλυμμα· ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ εἰρημένον, καὶ δι' ἑτέρων μὲν αὐτὸ καὶ ἔμπροσθεν ἔδειξε (τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήματα αὐτῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκλημα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν. Οὐ γὰρ εἶπεν, Ἐν τοῖς γράμμασι μένει τὸ κάλυμμα, ἀλλ', Ἐν τῇ ἀναγνώσει· ἡ δὲ ἀνάγνωσις ἐνέργεια τῶν ἀναγινωσκόντων ἐστί· καὶ πάλιν, Ἡνίκα ἀναγινώσκεται Μωϋσῆς. Σαφέστερον δὲ αὐτὸ τῇ λέξει τῇ ἑξῆς ἐδήλωσεν, ἀνακεκαλυμμένως εἰπὼν, Κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκειτο, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώμην.