Ancient Greek
Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1-9
Not analysed yet
Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσομαί σε· σὺ δέ μοι ἀπόκριναι. Δίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ' ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ' ἑνὸς, ἀλλὰ δύο ἀνθ' ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ' ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκότας τῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν. Καὶ γὰρ προμνηστρίαις ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν. Πολλοὶ δὲ τῶν νέων, καὶ παρὸν αὐτοὺς γαμεῖν, δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους. Εἰ δὲ οἱ γάμοις ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες, μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γαμεῖν τοῦ γαμεῖν, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ μὴ τοῖς παροῦσι προσηλωμένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος μὲν κἂν μυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὁρᾷς ὅτι οὐ δύο ἀντ' οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ εἴκοσι, καὶ μυρία ἀντ' οὐδενὸς δυνησόμεθα θεῖναι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπέλαυσαν. Ἆρ' οὖν σοι δοκεῖ ἓν εἶναι καὶ ἓν, τὸ ἐν παντὶ τῷ χρόνῳ κολάζεσθαι, καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πεινῇν; τὸ νοσεῖν ἐν φθαρτῷ σώματι, καὶ τὸ ἐν ἀθανάτῳ χαλεπῶς ἀποτηγανίζεσθαι; τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν; καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει θῶμεν; τὴν ποσότητα, τὴν ποιότητα, τὴν τάξιν τοῦ Θεοῦ, τὴν περὶ ἑκάτερον ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα, τῶν τῷ βορβόρῳ διηνεκῶς ἐγκαλινδουμένων; Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κριτήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου καθήμενον δικαστήν. Εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι γε φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν· οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν ἀνθρώπων γένος συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὕτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν οὐκ ἐνταῦθα κολάζει; φησίν. Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν αὑτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μὴ τότε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάσηται, τούς τε ἐκ μεταβολῆς ἀρίστης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σωτηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρὰ τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος, πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ Δαυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; Διά τοι τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκας, ἀλλ' ἐκ τῶν πάντων ἐνίους, οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἵνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζομένους πολλοὺς, οἷον ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷμα ταῖς θυσίαις ἀνέμιξεν ὁ Πιλᾶτος, ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρων κατασφαγέντας, ὡς ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἁμαρτόντες, ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην· ὡς ὁ πλούσιος ὁ ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί.