# In epistulam ii ad Corinthios (homiliae 1-30) 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3.1

Τοῦτο γὰρ μάλιστα ἴδιον Θεοῦ καὶ ἐξαίρετον, καὶ τῇ φύσει συγκεκληρωμένον, τὸ οὕτως ἐλεεῖν. Διὰ τοῦτο Θεὸν οἰκτιρμῶν καλεῖ. Σὺ δέ μοι σκόπει κἀντεῦθεν τὴν ταπεινοφροσύνην Παύλου· ὑπὲρ γὰρ τοῦ κηρύγματος κινδυνεύων, οὔ φησι διὰ τὴν ἀξίαν σώζεσθαι, ἀλλὰ διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο μὲν ὕστερον σαφέστερόν φησι, νῦν δὲ ἐπάγει λέγων· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Οὐκ εἶπεν, Ὁ μὴ ἐῶν ἡμᾶς θλίβεσθαι, ἀλλ', Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν. Τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν δύναμιν δείκνυσι, καὶ τῶν θλιβομένων αὔξει τὴν ὑπομονήν· Ἡ γὰρ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐκ εἶπεν, ὅτι Οὐκ εἴασάς με ἐμπεσεῖν εἰς θλῖψιν, οὐδ' ὅτι Παρήγαγες ταχέως τὴν θλῖψιν, ἀλλ' ὅτι Μενούσης αὐτῆς ἐπλάτυνάς με, τουτέστι, πολλὴν τὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν παρέσχες· ὃ δὴ καὶ ἐπὶ τῶν παίδων τῶν τριῶν γέγονεν. Οὔτε γὰρ ἐκώλυσεν αὐτοὺς ἐμπεσεῖν, οὔτε ἐμπεσόντων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καιομένης τῆς καμίνου, τὴν εὐρυχωρίαν παρέσχε. Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός· ὅπερ αἰνιττόμενος καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει. Καὶ ἕτερον δέ τι διὰ τούτων δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διηνεκῶς τοῦτο ποιεῖ. Οὐδὲ γὰρ νῦν μὲν παρακαλεῖ, νῦν δὲ ἀφίησιν, ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῦτο ἐργάζεται. Διὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακαλέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ', Ἐν πάσῃ· εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Εἶδες πῶς προανακρούεται τὴν ἀπολογίαν, καὶ μεγάλης θλίψεως ὑπόνοιαν παρέχει τῷ ἀκροατῇ; Καὶ δι' αὐτῶν πάλιν μετριάζει τούτων λέγων, ὅτι καὶ αὐτὸς ὁ οἰκτιρμὸς οὗτος ἐγένετο, οὐ διὰ τὴν αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τοὺς ὑπ' αὐτῶν ὠφεληθῆναι ὀφείλοντας. Διὰ τοῦτο γὰρ παρεκάλεσεν ἡμᾶς, φησὶν, ἵνα ἡμεῖς ἀλλήλους παρακαλῶμεν. Διὰ τούτου δὲ καὶ τὸ ἀξίωμα δείκνυσι τῶν ἀποστόλων, ἐμφαίνων ὅτι παρακληθεὶς καὶ ἀναπνεύσας, οὐκ ἀναπίπτει καθάπερ ἡμεῖς, ἀλλ' εἰς τὸ ἑτέρους ἀλείφειν πρόεισι καὶ νευροῦν καὶ διεγείρειν. Τινὲς δὲ αὐτὸν καὶ τοῦτο λέγειν φασὶν, ὅτι Ἡ παράκλησις ἡμῶν καὶ ἄλλων παράκλησίς ἐστι. Δοκεῖ δέ μοι καὶ πρὸς τοὺς ψευδαποστόλους τοὺς εἰκῆ καυχωμένους, καὶ οἴκοι καθημένους καὶ τρυφῶντας, ἀποτείνεσθαι διὰ τοῦ προοιμίου. Ἀλλὰ τοῦτο μὲν αἰνιγματωδῶς, καὶ ὡς ἐν παρέργῳ· τὸ δὲ προηγούμενον τοῦτο ἦν, ἀπολογήσασθαι ὑπὲρ τῆς μελλήσεως. Εἰ γὰρ διὰ τοῦτο παρακαλούμεθα, ἵνα καὶ ἄλλους παρακαλῶμεν, μὴ ἐγκαλῆτε ὡς μὴ παραγενομένοις. Εἰς γὰρ τοῦτο ἅπας ἡμῖν ὁ χρόνος ἐτρίβετο, εἰς τὰς ἐπιβουλὰς, εἰς τὰς ἐπαγωγὰς, εἰς τὸ διαλῦσαι τὰ ἐπιόντα δεινά. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ἵνα γὰρ μὴ καταβάλῃ τοὺς μαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συμφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶ ἀνίστησιν αὐτῶν τὴν διάνοιαν, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἀναμνῆσαι τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήματα· καὶ πρὸ τῆς παρακλήσεως ἀπ' αὐτῶν τῶν θλίψεων τὴν παραμυθίαν εἰσάγει. Τί γὰρ ἥδιον τοῦ τῷ Χριστῷ με γίνεσθαι κοινωνὸν, καὶ δι' αὐτὸν ταῦτα πάσχειν; τί ταύτης ἴσον τῆς παρακλήσεως; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐπαίρει τὰ φρονήματα τῶν θλιβομένων. Πόθεν ἑτέρωθεν; Ἀπὸ τοῦ εἰπεῖν, ὅτι Περισσεύει. Οὐ γὰρ εἶπεν, ὅτι Καθὼς ἔπεισιν ἡμῖν τὰ παθήματα τοῦ Χριστοῦ, ἀλλὰ, Καθὼς περισσεύει· δεικνὺς ὅτι οὐ μόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑπομένουσι πάθη. Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθομεν πάθη, ἀλλὰ καὶ περισσά. Σκόπει δέ· Ἠλάθη, ἐδιώχθη ὁ Χριστὸς, ἐμαστιγώθη, ἀπέθανεν. Ἀλλ' ἡμεῖς πλέον τούτων, φησίν· ὅπερ καὶ μόνον ἱκανὸν εἰς παραμυθίαν ἀρκέσειε. Ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ἀλλ' οὐδέτερον τόλμης οὐδὲ ἀπονοίας τινός. Καθάπερ γὰρ μείζονα αὐτοῦ εἰργάσαντο σημεῖα (Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, μείζονα τούτων ποιήσει), τὸ δὲ πᾶν αὐτοῦ γίνεται τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς· οὕτω καὶ πλείονα αὐτοῦ ἔπαθον· τὸ δὲ πᾶν αὐτοῦ πάλιν ἐστὶ τοῦ παρακαλοῦντος αὐτοὺς, καὶ παρασκευάζοντος φέρειν τὰ συμπίπτοντα δεινά.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
