# In epistulam ii ad Corinthios (homiliae 1-30) 3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/3

Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ; Οὐ γὰρ ἵνα ἐμαυτὸν δείξω λαμπρότερον, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω ταύτης τῆς πικρᾶς δουλείας, ἀναγκάζομαι μικρόν τι καυχᾶσθαι. Δεῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέναι. Ἐπεὶ καὶ Σαμουὴλ ἐγκώμιον ὑπὲρ ἑαυτοῦ συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑμῶν εἴληφα, ἢ μόσχον, ἢ ὑπόδημα; ἢ ἐξεπίασά τινα ὑμῶν; Ἀλλ' ὅμως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ καλλωπίζων ἑαυτὸν ἔλεγεν, ἀλλ' ἐπειδὴ βασιλέα καθιστᾷν ἔμελλεν, ἐν ἀπολογίας τάξει βούλεται παιδεῦσαι ἐκεῖνον πρᾶον καὶ ἥμερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, μᾶλλον δὲ Θεοῦ φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβούλετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ μέλλοντος βασιλεύειν· οἷον, ὅτι μυλωθρίδας τὰς γυναῖκας αὐτῶν ποιήσει, ποιμένας τοὺς ἄνδρας, ἡμιόνων ἐπιστάτας (καὶ γὰρ μετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυομένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐτῶν φείδεται, καὶ ῥυθμίζει τὸν βασιλέα πρᾶον εἶναι. Διὰ τοῦτο καὶ αὐτὸν παράγει μάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ' ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε. Διὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσημα, Ἐὰν ἀκούσητε ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν, τὰ καὶ τά ἐστιν ὑμῖν ἀγαθά· ἐὰν δὲ μὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀμμὼς δὲ ἔλεγεν, Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην συκάμινα κνίζων. Καὶ ἀνέλαβέ με ὁ Θεός. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστομίζων τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐμφαίνων ἔλεγεν· Ἀλλὰ μὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυρίου ἐν πνεύματι καὶ δυναστείᾳ. Καὶ ὁ Δαυῒδ δὲ, ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο, οὐχὶ καλλωπιζόμενος, ἀλλ' οἰκοδομῶν τι μέγα καὶ θαυμαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰκείας ἀνδρείας. Καὶ τὸ κράσπεδον ὅτε ἀφεῖλε τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύμενος ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πονηρὰν διακρουόμενος ὑποψίαν, ἣν κατεσκέδασαν αὐτοῦ λέγοντες, ὅτι ἀνελεῖν αὐτὸν ἤθελε. Δεῖ τοίνυν πανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ ἑαυτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ Δαυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον. Διὸ δὴ τοῦτο λέγει ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ' αὐτοῖς ἠπιστήθη· ὁ γὰρ φθόνος ἐνέφραττεν αὐτῶν τὰς ἀκοάς. Διόπερ ἐκείνους ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι διαλέγεται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
