# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-11

Τοῦτο δὲ ἔλεγε, δεικνὺς καὶ τὴν τοῦ Θεοῦ δύναμιν τὴν ἄφατον, καὶ τὴν αὐτῶν ὑπομονήν. Τὸ μὲν γὰρ τῶν ἐπιβουλευόντων μέρος, ἀπεθάνομεν, καὶ τοῦτο πάντες νομίζουσι· διὰ δὲ τὸν Θεὸν διεφύγομεν τοὺς κινδύνους. Εἶτα δηλῶν καὶ τίνος ἕνεκεν ταῦτα συγχωρεῖ ὁ Θεὸς, ἐπήγαγεν, Ὡς παιδευόμενοι, καὶ μὴ θανατούμενοι· μέγα ἀπὸ τῶν πειρασμῶν καὶ πρὸ τῶν μισθῶν δεικνὺς τὸ κέρδος αὐτοῖς ἐγγινόμενον, καὶ τοὺς ἐχθροὺς ἄκοντας αὐτοὺς ὠφελοῦντας. Ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες. Παρὰ μὲν γὰρ τοῖς ἔξωθεν ὑποπτευόμεθα, ὡς ἐν ἀθυμίᾳ εἶναι· ἡμεῖς δὲ οὐκ ἐκείνοις προσέχομεν, ἀλλὰ τὴν ἡδονὴν ἀκμάζουσαν ἔχομεν. Καὶ οὐκ εἶπε, Χαίροντες, μόνον, ἀλλὰ προσέθηκε καὶ τὸ διηνεκές. Ἀεὶ γὰρ χαίροντες, φησί. Τί τοίνυν ταύτης ἴσον γένοιτ' ἂν τῆς ζωῆς, ἐν ᾗ τοσούτων ἐπιόντων δεινῶν, μείζων ἡ χαρὰ γίνεται; Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες. Τινὲς μέν φασι πλοῦτον ἐνταῦθα λέγεσθαι τὸν πνευματικόν· ἐγὼ δὲ εἴποιμ' ἂν καὶ τὸν σαρκικόν· καὶ γὰρ καὶ τοῦτον ἐπλούτουν, καινῷ τινι τρόπῳ τὰς ἁπάντων ἔχοντες οἰκίας ἀνεῳγμένας αὐτοῖς. Καὶ τοῦτο ἐδήλωσε διὰ τῶν ἑξῆς, εἰπών· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ πῶς ἔνι τοῦτο; Πῶς μὲν οὖν τὸ ἐναντίον ἔνι; Ὁ γὰρ πολλὰ κατέχων, οὐδὲν ἔχει· ὁ δὲ μηδὲν ἔχων, τὰ πάντα κέκτηται. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία ἐγίνετο. Εἰ δὲ θαυμάζεις πῶς ἔστι τὸν μηδὲν ἔχοντα τὰ πάντα ἔχειν, αὐτὸν τοῦτον εἰς μέσον ἀγάγωμεν, ὃς τῇ οἰκουμένῃ ἐπέταττε, καὶ οὐχὶ τῶν χρημάτων αὐτῶν, ἀλλὰ καὶ αὐτῶν τῶν ὀφθαλμῶν κύριος ἦν. Εἰ δυνατὸν γὰρ, φησὶ τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ταῦτα δὲ λέγει, παιδεύων μὴ ταράττεσθαι πρὸς τὰς τῶν πολλῶν δόξας, κἂν πλάνους λέγωσι, κἂν ἀγνοῶσι, κἂν καταδίκους νομίζωσι, κἂν ἐπιθανατίους, κἂν λυπεῖσθαι, κἂν ἐν πτωχείᾳ εἶναι, κἂν μηδὲν ἔχειν, κἂν τοὺς ἐν εὐθυμίᾳ ἀθυμεῖν· ὅτι οὐδὲ τοῖς τυφλοῖς ὁ ἥλιος καταφανὴς, οὐδὲ τοῖς παραπαίουσιν ἡ τῶν σωφρονούντων ἡδονὴ δήλη. Μόνοι γὰρ οἱ πιστοὶ ὀρθοὶ κριταὶ τῶν πραγμάτων εἰσὶ, καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς χαίρουσι καὶ ἀλγοῦσι τοῖς ἄλλοις. Καὶ γὰρ εἴ τις ἄπειρος ἀγώνων πυκτεύοντα θεάσαιτο τραύματα ἔχοντα καὶ στέφανον περικείμενον, ἡγήσαιτο αὐτὸν ἀλγεῖν διὰ τὰ τραύματα, οὐκ εἰδὼς τὴν ἡδονὴν τὴν ἀπὸ τοῦ στεφάνου. Καὶ οὗτοι τοίνυν ἐπειδὴ ἃ πάσχομεν ἴσασιν, ὑπὲρ δὲ ὧν πάσχομεν ἀγνοοῦσιν, εἰκότως ταῦτα μόνα ὑποπτεύουσι, τὰ παλαίσματα μὲν καὶ τοὺς κινδύνους ὁρῶντες, τὰ δὲ ἔπαθλα καὶ τοὺς στεφάνους καὶ τὴν τῶν ἀγώνων ὑπόθεσιν οὐκέτι. Τί οὖν ἦν πάντα ἅπερ Παῦλος κατεῖχε, λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες; Τὰ βιωτικὰ, τὰ πνευματικά. Ὃν γὰρ ὡς ἄγγελον αἱ πόλεις ἐδέχοντο, ὑπὲρ οὗ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύξαντες ἂν ἔδωκαν, ὑπὲρ οὗ τὸν ἑαυτῶν τράχηλον ὑπέθεντο, πῶς οὗτος οὐ πάντα εἶχε τὰ ἐκείνων; Εἰ δὲ βούλει καὶ τὰ πνευματικὰ ἰδεῖν, ὄψει καὶ ἐν τούτοις μάλιστα πλουτοῦντα. Ὁ γὰρ οὕτω τῷ βασιλεῖ τῶν πάντων φίλος, ὡς καὶ ἀποῤῥήτων κοινωνεῖν τῷ Δεσπότῃ τῶν ἀγγέλων, πῶς οὐ πάντων εὐπορώτερος ἦν, καὶ πάντα εἶχεν; Οὐκ ἂν οὕτως ὑπέκειντο δαίμονες, οὐκ ἂν οὕτως ἐδραπέτευσε πάθη καὶ νοσήματα. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι πάσχωμεν διὰ τὸν Χριστὸν, μὴ μόνον γενναίως φέρωμεν, ἀλλὰ καὶ χαίρωμεν· κἂν νηστεύωμεν, ὡς τρυφῶντες σκιρτῶμεν· κἂν ὑβριζώμεθα, ὡς ἐγκωμιαζόμενοι χορεύωμεν· κἂν ἀναλίσκωμεν, ὡς κερδαίνοντες διακεώμεθα· κἂν πένησι παρέχωμεν, λαμβάνειν νομίζωμεν· ὁ γὰρ μὴ οὕτω διδοὺς, οὐδὲ δώσει ῥᾳδίως. Ὅταν τοίνυν θέλῃς σκορπίσαι, μὴ τοῦτο ἴδῃς μόνον, ὅτι ἀναλίσκεις, ἀλλ' ὅτι καὶ πλείονα κερδαίνεις, καὶ τοῦτο πρὸ ἐκείνου. Καὶ μὴ μόνον ἐπὶ ἐλεημοσύνης, ἀλλὰ καὶ ἐπὶ πάσης ἀρετῆς μὴ τὸ δριμὺ τῶν πόνων, ἀλλὰ καὶ τὸ γλυκὺ τῶν ἐπάθλων λογίζου· καὶ πρὸ πάντων τὴν ὑπόθεσιν τῶν παλαισμάτων τὸν Κύριον ἡμῶν Ἰησοῦν· καὶ ῥᾳδίως ἐπιβήσῃ τῶν ἀγώνων, καὶ ἐν ἡδονῇ τὸν ἅπαντα βιώσῃ χρόνον. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν. Διὰ τοῦτο Παῦλος μὲν καθ' ἑκάστην κοπτόμενος τὴν ἡμέραν, ἔχαιρε καὶ ἠγάλλετο· οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, ὁ θρῆνος; ὅτι πένης εἶ, καὶ τῶν ἀναγκαίων ἀπορεῖς; Οὐκοῦν διὰ τοῦτό σε μᾶλλον θρηνεῖν δεῖ, οὐχ ὅτι κλαίεις, οὐχ ὅτι πένης εἶ, ἀλλ' ὅτι μικρόψυχος· οὐχ ὅτι χρήματα οὐκ ἔχεις, ἀλλ' ὅτι τοσούτου τὰ χρήματα τιμᾷς. Καθ' ἑκάστην ἡμέραν ἀπέθνησκε Παῦλος, καὶ οὐκ ἔκλαιεν, ἀλλὰ καὶ ἔχαιρε· λιμῷ ἐμάχετο διηνεκεῖ, καὶ οὐκ ἤλγει, ἀλλὰ καὶ ἐκαλλωπίζετο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
