# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται. Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-12

Ποία οὖν ἐλεημοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα, καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆς ἐλεημοσύνης, ἐπιζητεῖς τοὺς τῶν συνδούλων ὀφθαλμοὺς μετ' ἐκεῖνον, καὶ ὅτι τὸν νόμον τὸν ταῦτα ἀπαγορεύοντα, κείμενον ὑπ' αὐτοῦ, παραβαίνεις; Ἐβουλόμην καὶ τοῖς ἄλλοις ἐπεξελθεῖν, καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυμαίνεται ἡ κενοδοξία· ἀλλ' ἀνεμνήσθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήμερον αὐτὸ δείξωμεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωμεν αὐτοῦ τοῦ τῶν οὐρανῶν Δεσπότου λέγοντος, περὶ μὲν ἐκείνων, ὅτι Εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· περὶ δὲ πενήτων τοὐναντίον. Εἰ γὰρ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα. καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκατέρωθεν ἴδωμεν τὸ εἰρημένον. Στενὴ, καὶ τεθλιμμένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ; ὁ μόνος, ἢ ὁ μυρία βαστάζων φορτία; ὁ χαῦνος καὶ διαλελυμένος, ἢ ὁ φροντίζων καὶ μεμεριμνημένος; Ἀλλὰ τίς χρεία τῶν λογισμῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείμενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάμ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν. Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους μὲν ὀλίγους, τῶν δὲ πενήτων πολλῷ πλείους σωζομένους. Σκόπει δὲ ἀκριβῶς ἐξετάζων τὰ τοῦ πλούτου κωλύματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα· μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτημένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον ἴδωμεν. Τί οὖν ἡ πενία ἐλάττωμα ἔχειν δοκεῖ; Ψεῦδος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν μητέρα τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διάβολον, οὐκ ὄντα τοιοῦτον ἔμπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε τῆς ῥίζης ταύτης πλησίον, ὁ πλούσιος, ἢ ὁ πένης; οὐκ εὔδηλον ὅτι ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα περιβαλῆται, τοσούτῳ πλειόνων ἐρᾷ. Κενοδοξία πάλιν τὰ μυρία λυμαίνεται κατορθώματα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος κοινὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ' οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐργάζεται δεινὰ δι' ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα περιβάλλεσθαι, καὶ τὰ ἔνδον μὴ ἀπολλύναι. Οὐ γὰρ οὕτω πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ ὑπερηφανίας καὶ φιλαργυρίας τῆς ῥίζης τῶν κακῶν ἁπάντων· ποίαν ἕξει σωτηρίας ἐλπίδα, ἂν μὴ πολλὴν ἐπιδείξηται φιλοσοφίαν, πῶς δὲ βαδιεῖται τὴν στενὴν ὁδόν; Μὴ τοίνυν τὰς τῶν πολλῶν δόξας περιφέρωμεν, ἀλλὰ τὰ πράγματα ἐξετάζωμεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ μὲν χρημάτων μὴ ἑτέροις πιστεύειν, ἀλλ' ἀριθμῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχοντας καὶ γνώμονα καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν; Διὸ παρακαλῶ καὶ δέομαι πάντων ὑμῶν, ἀφέντες τί τῷ δεῖνι καὶ τῷ δεῖνι δοκεῖ περὶ τούτων, παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
