# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-13

Ἐνταῦθα δέ ἐστι καὶ ἑτέρα ἀρχὴ τῆς πολιτικῆς ἀρχῆς ἀνωτέρα. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἐν τῇ Ἐκκλησίᾳ· ἧς καὶ αὐτῆς ὁ Παῦλος μέμνηται λέγων, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Αὕτη γὰρ ἡ ἀρχὴ τοσοῦτον τῆς πολιτικῆς ἀμείνων, ὅσον τῆς γῆς ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ πλέον. Πρῶτον μὲν γὰρ οὐχ ὅπως γενόμενα κολάσειεν ἁμαρτήματα σκοπεῖ προηγουμένως, ἀλλ' ὅπως μὴ γένοιτο τὴν ἀρχήν· ἔπειτα γενόμενα, οὐχ ὅπως ἀπενέγκοι τὸν κάμνοντα, ἀλλ' ὅπως ἀφανισθείη. Καὶ βιωτικῶν μὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγμάτων χρηματίζει· Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἡ ζωὴ ἡμῶν ἐκεῖ. Κέκρυπται γὰρ, φησὶ, σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Καὶ τὰ ἔπαθλα ἐκεῖ, καὶ οἱ δρόμοι περὶ τῶν ἐκεῖ στεφάνων. Οὐδὲ γὰρ καταλύεται μετὰ τὴν τελευτὴν αὕτη ἡ ζωὴ, ἀλλὰ τότε διαλάμπει μειζόνως. Διὰ δὴ τοῦτο, οὐχ ὑπάρχων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήματα περικειμένων μείζονά εἰσιν ἐγκεχειρισμένοι τιμὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτε ἐν μείζοσι καὶ ἐπὶ μείζοσι πλάττοντες τοὺς ἀνθρώπους. Ἀλλ' οὔτε ὁ τὴν πολιτικὴν ἀρχὴν μετιὼν, οὔτε ὁ τὴν πνευματικὴν, δυνήσονται καλῶς ταύτας μεταχειρίζειν, εἰ μὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶ τοὺς ἑκατέρους νόμους τῆς πολιτείας φυλάξαιεν μετὰ ἀκριβείας ἁπάσης. Ὥσπερ γὰρ ἡ τῶν πολλῶν ἀρχὴ διπλῆ τίς ἐστιν, οὕτω καὶ ἣν ἑαυτοῦ τις ἕκαστος ἄρχει. Καὶ πάλιν κἀνταῦθα ἀμείνων τῆς πολιτικῆς ἡ πνευματικὴ, ὥσπερ ὁ λόγος ἀπέδειξεν. Ἴδοι δ' ἄν τις καὶ τῶν τεχνῶν ἐνίας ἀρχὴν μιμουμένας, καὶ μάλιστα τὴν γεωργικήν. Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν ὁ γηπόνος, τὰ μὲν περικόπτων καὶ κωλύων [κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων· καθάπερ καὶ οἱ τῶν ἀρχόντων ἄριστοι τοὺς μὲν πονηροὺς, καὶ τοῖς πλείοσι λυμαινομένους, τιμωροῦνται καὶ ἐκκόπτουσι, τοὺς δὲ χρηστοὺς καὶ ἐπιεικεῖς ἐπὶ μεῖζον ἄγουσι. Διὰ τοῦτο καὶ ἡ Γραφὴ τοὺς ἄρχοντας ἀμπελουργοῖς ἀπεικάζει. Τί γὰρ, εἰ μὴ φωνὴν ἀφιᾶσι τὰ φυτὰ, καθάπερ ἐπὶ τῶν πόλεων οἱ κακῶς πάσχοντες; ἀλλ' ὅμως διὰ τῆς ὄψεως δεικνύουσι τὴν ἀδικίαν, μαραινόμενα, στενοχωρούμενα ὑπὸ τῶν πονηρῶν βοτανῶν. Καὶ καθάπερ νόμοις κολάζεται ἡ πονηρία, οὕτω δὴ καὶ ἐνταῦθα τῇ τέχνῃ ταύτῃ καὶ γῆς κακία, καὶ φυτοῦ δυσγένεια καὶ ἀγριότης διορθοῦται. Καὶ γὰρ ὅσα ἐν τοῖς ἤθεσίν ἐστι τοῖς ἀνθρωπίνοις, εὑρήσομεν καὶ ἐκεῖ, τραχύτητα, μαλακότητα, δειλίαν, προπέτειαν, ἀστάθειαν, καὶ τὰ μὲν αὐτῶν πλούτῳ κομῶντα ἀκαίρως καὶ ἐπὶ κακῷ τῶν πλησίον, τὰ δὲ πενόμενα καὶ ἀδικούμενα· οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ. Καὶ καθάπερ οἱ ἄρχοντες καὶ οἱ βασιλεῖς ἔχουσι τοὺς λυμαινομένους αὐτῶν τῇ ἀρχῇ καὶ πολεμοῦντας· οὕτω καὶ ὁ γηπόνος θηρίων ἔφοδον, ἀνωμαλίαν ἀέρων, χάλαζαν, ἐρυσίβην, ἐπομβρίας, αὐχμοὺς, καὶ ὅσα τοιαῦτα. Ταῦτα δὲ γίνεται, ἵνα πρὸς τὴν τοῦ Θεοῦ διηνεκῶς ἐλπίδα βλέπῃς. Αἱ μὲν γὰρ ἄλλαι τέχναι καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων συνίστανται σπουδῆς· αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτηται· καὶ δεῖ μὲν τῶν ἄνωθεν ὑετῶν, δεῖ δὲ τῆς ὡρῶν κράσεως, καὶ πρὸ πάντων τῆς αὐτοῦ προνοίας. Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων τί ἐστιν, ἀλλ' ὁ αὐξάνων Θεός. Ἔστι καὶ θάνατος ἐνταῦθα καὶ ζωὴ, καὶ ὠδῖνες καὶ τόκοι, καθάπερ ἐπ' ἀνθρώπων. Ἔστι γὰρ καὶ ἀποτμηθῆναι, καὶ καρπὸν ἐνεγκεῖν, καὶ ἀποθανεῖν, καὶ γενέσθαι τὸ τεθνηκὸς αὐτὸ πάλιν ἄνωθεν· ἔνθα καὶ ποικίλως ἡμῖν καὶ σαφῶς διαλέγεται περὶ ἀναστάσεως ἡ γῆ. Ὅταν γὰρ ἡ ῥίζα ἐνέγκῃ καρπὸν, ὅταν τὸ σπέρμα φυῇ, οὐκ ἀνάστασις τὸ πρᾶγμά ἐστι; Καὶ πολλὴν ἄν τις ἴδοι τῇ ἀρχῇ ταύτῃ τὴν παρὰ τοῦ Θεοῦ πρόνοιαν ἐγκειμένην καὶ σοφίαν, εἰ καθ' ἕκαστον ἐπεξίοι. Ἀλλ' ὅπερ ἐβουλόμην εἰπεῖν, ὅτι αὕτη μὲν περὶ γῆν ἐστι καὶ φυτὰ, ἡ δὲ ἡμετέρα περὶ ψυχῶν θεραπείαν. Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ μέσον, τοσοῦτον αὕτη βελτίων ἐκείνης. Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον. Αὕτη γάρ ἐστι καὶ ἡ φύσει ἀρχή. Ἐκεῖ μὲν γὰρ τὸ πᾶν τῷ φόβῳ γίνεται καὶ τῇ ἀνάγκῃ· ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώμης ἐστὶ κατόρθωμα. Καὶ οὐ ταύτῃ μόνον αὕτη βελτίων ἐκείνης, ἀλλ' ὅτι οὐκ ἀρχὴ μόνον ἐστὶν, ἀλλὰ καὶ πατρότης, ὡς ἄν τις εἴποι· καὶ γὰρ πατρὸς ἔχει τὸ ἥμερον, καὶ μείζονα ἐπιτάττουσα πείθει. Ὁ μὲν γὰρ ἔξωθεν ἄρχων φησὶν, Ἐὰν μοιχεύσῃς, ἀπέθανες· οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλμοῖς ἴδῃς, τὰ μέγιστα ἀπειλεῖ. Καὶ γὰρ σεμνὸν τοῦτο τὸ δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώματος μόνον διορθωτικόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
