Ancient Greek
Ιϛ. Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-14
Not analysed yet
Καὶ γὰρ μέγα ἐστὶν ἀγαθὸν καὶ Θεοῦ δῶρον τοῦτο, καὶ αὐτῷ τῷ Θεῷ κατὰ δύναμιν ἡμᾶς ἐξομοιοῖ κατορθούμενον· τοῦτο γὰρ μάλιστα ἄνθρωπος. Λέγων γοῦν τις δεῖγμα ἀνθρώπου, τοῦτο τέθεικε· Μέγα γὰρ, φησὶν, ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Αὕτη μείζων ἡ χάρις, ἢ νεκροὺς ἀνιστᾷν. Τοῦ γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ τοὺς ἀποθανόντας ἐγείρειν πολλῷ μεῖζον τὸ πεινῶντα τρέφειν τὸν Χριστόν· ἐνταῦθα μὲν γὰρ σὺ τὸν Χριστὸν εὐεργετεῖς, ἐκεῖ δὲ αὐτός σε. Καὶ ὁ μισθὸς δὲ ἐν τῷ ποιεῖν εὖ, οὐκ ἐν τῷ πάσχειν εὖ. Ἐνταῦθα μὲν γὰρ, ἐπὶ τῶν σημείων λέγω, αὐτὸς ὀφείλεις τῷ Θεῷ· ἐπὶ δὲ τῆς ἐλεημοσύνης, τὸν Θεὸν ὀφειλέτην ἔχεις. Ἐλεημοσύνη δέ ἐστιν, ὅταν μετὰ προθυμίας γίνηται, ὅταν μετὰ δαψιλείας, ὅταν μὴ νομίσῃς διδόναι, ἀλλὰ λαμβάνειν, ὅταν ὡς εὐεργετούμενος, ὅταν ὡς κερδαίνων καὶ μὴ ἀπολλύς· ἐπεὶ τοῦτο οὐδὲ χάρις. Τὸν γὰρ ἕτερον ἐλεοῦντα, χαίρειν, οὐ δυσχεραίνειν δεῖ. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ τὴν ἑτέρου λύων ἀθυμίαν, αὐτὸς ἀθυμοίης; οὐκέτι γὰρ ἐᾷς αὐτὴν ἐλεημοσύνην εἶναι. Εἰ γὰρ ἀθυμεῖς, ὅτι ἕτερον ἀπήλλαξας ἀθυμίας, ἐσχάτης ὠμότητος καὶ ἀπανθρωπίας δεῖγμα ἐκφέρεις· βέλτιον γὰρ μὴ ἀπαλλάττειν, ἢ οὕτως ἀπαλλάττειν. Τί δὲ ὅλως καὶ ἀθυμεῖς, ἄνθρωπε; μὴ ἔλαττόν σοι γένηται τὸ χρυσίον; Ὅλως, εἰ τοιαύτην ἔχεις προαίρεσιν, μηδὲ δῷς· εἰ μὴ θαῤῥεῖς ὅτι πολυπλασιάζεταί σοι ἐν οὐρανοῖς, μὴ παράσχῃς. Ἀλλ' ἐνταῦθα ζητεῖς τὴν ἀντίδοσιν. Διὰ τί; Ἄφες τὴν ἐλεημοσύνην ἐλεημοσύνην εἶναι καὶ μὴ ἐμπορίαν. Πολλοὶ μὲν οὖν καὶ ἐνταῦθα ἀπέλαβον, ἀλλ' οὐχ οὕτως ἔλαβον, ὡς ταύτῃ πλέον ἕξοντες τῶν οὐ λαβόντων ἐνταῦθα, ἀλλ' ἔνιοι τούτων ὡς ἀσθενέστεροι, ἐπειδὴ τοῖς ἐκεῖ οὐ σφόδρα ἐφείλκοντο. Καὶ ὥσπερ οἱ λίχνοι καὶ ἀπειρόκαλοι καὶ γαστρὸς δοῦλοι ἐπὶ βασιλικὴν κληθέντες τράπεζαν, καὶ τὸν προσήκοντα καιρὸν οὐκ ἀναμένοντες, κατὰ τὰ παιδία τὰ μικρὰ, λυμαίνονται αὐτῶν τὴν εὐφροσύνην, προλαμβάνοντες, καὶ κορεννύντες ἑαυτοὺς σιτίοις καταδεεστέροις· οὕτω δὴ καὶ οὗτοι οἱ ἐνταῦθα ἐπιζητοῦντες καὶ λαμβάνοντες, τὸν μισθὸν ἐλαττοῦσι τὸν ἐκεῖ. Εἶτα δανείζων μὲν, μετὰ πλείονα χρόνον ἐπιθυμεῖς ἀπολαβεῖν τὸ κεφάλαιον, τάχα δὲ οὐδὲ ἀπολαβεῖν, ἵνα τῇ μελλήσει πλείονα τὸν τόκον ἐργάσῃ· ἐνταῦθα δὲ εὐθέως ἀπαιτεῖς, καὶ ταῦτα οὐ μέλλων ἐνταῦθα εἶναι, ἀλλ' ἐκεῖ διηνεκῶς, οὐ μέλλων ἐνταῦθα δικάζεσθαι, ἀλλ' ἐκεῖ τὰς εὐθύνας ὑφέξων; Καὶ εἰ μέν τίς σοι κατεσκεύαζεν οἰκίας, ἔνθα μὴ ἔμελλες μένειν, ζημίαν τὸ πρᾶγμα ἐνόμισας ἄν· νῦν δὲ ἐνταῦθα βούλει πλουτεῖν, ὅθεν καὶ πρὸ τῆς ἑσπέρας μέλλεις πολλάκις ἀποδημεῖν; Οὐκ οἶδας, ὅτι ἐπ' ἀλλοτρίας διατρίβομεν, καθάπερ ξένοι καὶ πάροικοι; οὐκ οἶδας, ὅτι παροίκων ἐστὶν ἐκβάλλεσθαι, ὅτε μὴ προσδοκῶσι, μηδὲ ἐλπίζουσιν; ὅπερ καὶ ἡμεῖς πάσχομεν. Διὰ δὴ τοῦτο, ὅσα ἂν κατασκευάσωμεν, ἐνταῦθα ἀφίεμεν. Οὐ γὰρ συγχωρεῖ ὁ Δεσπότης λαμβάνοντας αὐτὰ ἀπελθεῖν, ἄν τε οἰκίας οἰκοδομήσωμεν, ἄν τε ἀγροὺς ἀγοράσωμεν, ἄν τε ἀνδράποδα, ἄν τε σκεύη, ἄν τε ἕτερόν τι τοιοῦτον. Οὐ μόνον δὲ οὐκ ἀφίησιν ἐντεῦθεν λαβόντας ἀπελθεῖν, ἀλλ' οὐδὲ λογίζεταί σοι τὸν μισθόν· προεῖπε γάρ σοι, ὅτι μὴ οἰκοδομήσῃς, μηδὲ δαπανήσῃς τὰ ἀλλότρια, ἀλλὰ τὰ σά, Τί τοίνυν τὰ σὰ ἀφεὶς, ἐν τοῖς ἀλλοτρίοις ἐργάζῃ καὶ δαπανᾷς, ἵνα ἀπολέσῃς καὶ τὸν πόνον καὶ τὸν μισθὸν, καὶ κόλασιν τὴν ἐσχάτην ὑπομείνῃς; Μὴ, παρακαλῶ· ἀλλ' ἐπειδὴ τῇ φύσει ἐσμὲν πάροικοι, γενώμεθα καὶ προαιρέσει, ἵνα μὴ ἐκεῖ γενώμεθα πάροικοι καὶ ἄτιμοι καὶ ἀπεῤῥιμμένοι. Ἂν γὰρ ἐνταῦθα βουληθῶμεν γενέσθαι πολῖται, οὔτε ἐνταῦθα ἐσόμεθα, οὔτε ἐκεῖ· ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν. Ὁ γὰρ δίκαιος, καὶ μηδὲν ἔχων, καὶ ἐνταῦθα ἐν τοῖς ἁπάντων ὡς ἐν τοῖς ἑαυτοῦ διατρίψει, καὶ πρὸς τὸν οὐρανὸν ἀπελθὼν, ὄψεται τὰς αἰωνίους αὑτοῦ σκηνάς· καὶ οὔτε ἐνταῦθα πείσεταί τι τῶν ἀηδῶν· οὔτε γὰρ ξένον αὐτόν τις ποιῆσαι δυνήσεται τὸν πᾶσαν γῆν ἔχοντα πόλιν· καὶ τὴν αὐτοῦ πατρίδα ἀπολαβὼν, ἐπιδέξεται τὸν ἀληθῆ πλοῦτον. Ἵν' οὖν ἀμφότερα κερδάνωμεν, καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, εἰς δέον τοῖς οὖσι χρησώμεθα. Οὕτω γὰρ ἐσόμεθα τῶν οὐρανῶν πολῖται, καὶ πολλῆς ἀπολαυσόμεθα παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.