# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-17

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-17

Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐτοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύμνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ' ὑμῶν ὀφείλων τρέφεσθαι, παρ' ἑτέρων τούτων ἀπήλαυον. Διπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ' αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος, καὶ τὴν ἀναγκαίαν ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι ἔπεμπον, οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ', Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ' ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμφαντικὸν, καὶ τὸ, Ὑστερηθείς· ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ εἶχες; ἐπήγαγε, Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑμῶν. Ἐνταῦθα πάλιν μετρίως αὐτοὺς πλήττει, ὡς ὀκνηρῶς τὴν τοιαύτην τιθέντας φορὰν, ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας μεστὴ καὶ ζηλοτυπίας γέμουσα. Διὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουμένως, ἀλλ' ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν πάλιν εἰς τὸν τῆς ἐλεημοσύνης λόγον. Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας. Εἶδες πῶς παροξύνει πάλιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους; Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεημοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας ἐν τῷ μὴ θρέψαι τὸν Ἀπόστολον, πείθει καὶ ἐν τῇ τῶν πενήτων μὴ ἡττηθῆναι βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων λέγει, ὅτι Ἐν ταῖς χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώμιον μέγιστον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιμίων ἔλαμψαν. Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαμοῦ περιουσίαν. Τῷ μὲν οὖν εἰπεῖν, ὅτι Παρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κορινθίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέρημά μου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύτην; Τὸ παρ' ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες. Διὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ μὴ θαῤῥεῖν. Καὶ μὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ' οὐ λέγει αὐτὸ σαφῶς, ἀλλὰ συσκιάζει, ἀφεὶς τῷ συνειδότι τῶν ἀκροωμένων. Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νομίσητε, φησὶ, ταῦτα λέγειν με, ἵνα λάβω. Τὸ δὲ, Τηρήσω, βαρύτερον, εἰ μηδ' ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ καθάπαξ ἀπέγνω τι λαβεῖν παρ' αὐτῶν. Δείκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑμῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ τοῦ μᾶλλον ἐπισπάσασθαι αὐτοὺς ταῦτα λέγειν, φησίν· Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. Μὴ νομίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα μᾶλλον ἐφελκύσωμαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Ἵνα γὰρ μή τις αὐτὸν νομίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόμενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγμα καλεῖ. Καὶ ἐν τῇ προτέρᾳ δὲ ὁμοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ μηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ὥσπερ ἐκεῖ μισθὸν, οὕτως ἐνταῦθα καύχημα καλεῖ, ἵνα μὴ σφόδρα αἰσχύνωνται τοῖς λεγομένοις, ὡς αἰτοῦντι μὴ παρέχοντες. Τί γὰρ, ἂν καὶ ὑμεῖς δῶτε, φησίν; ἀλλ' ἐγὼ οὐ δέχομαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ μεταφορᾶς τῶν ποταμῶν, αὐτοῦ φήμης ὡς πανταχοῦ ῥεούσης ὅτι οὐ λαμβάνει. Οὐκ ἐμφράσσετε τῷ δόματι τὴν παῤῥησίαν τὴν ἐμήν. Ἀλλ' οὐκ εἶπεν, Οὐκ ἐμφράσσετε, ὅπερ πληκτικώτερον, ἀλλ', Οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑμῖν μόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑμῶν. Ἵν' οὖν μὴ ταῦτα λογιζόμενοι ἀθυμῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦται· Διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδε· ταχέως τὴν λύσιν ἐπαγαγὼν, καὶ εὐαπαλλάκτως. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ' ὅτι [Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ', Ὅτι ἀγαπῶ ὑμᾶς· ὃ μάλιστα ἐπέτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ μάλιστα φιλεῖν αὐτοὺς ἦν τὸ μὴ λαμβάνειν παρ' αὐτῶν, ἐπειδὴ σφόδρα ἐπλήττοντο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
