Ancient Greek
Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-19
Not analysed yet
Καὶ γὰρ ὁ τῶν Ἑβραίων δῆμος, ὅτε μὲν ἐκακοῦντο καὶ ἠλαύνοντο, ἔστενον καὶ τὸν Θεὸν παρεκάλουν, καὶ πολλὴν ἄνωθεν ἐπεσπῶντο τὴν ῥοπήν· ὅτε δὲ ἐλιπάνθησαν, ἀπεσκίρτησαν. Οἱ Νινευῗται πάλιν, ὅτε μὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνασπᾷν· ὅτε δὲ ὑπὸ τοῦ κηρύγματος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν. Εἰ δὲ καὶ ἄνδρα καθ' ἑαυτὸν ἰδεῖν ἐθέλοις, ἐννόησον τὸν Σολομῶντα. Καὶ γὰρ οὗτος ὅτε μὲν ἦν ἐν φροντίσι καὶ ταραχῇ περὶ τῆς ἀρχῆς τοῦ ἔθνους ἐκείνου βουλευόμενος, τῆς ὄψεως ἠξιώθη ἐκείνης· ὅτε δὲ ἐν τρυφῇ γέγονεν, εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἐξωλίσθησε. Τί δὲ ὁ τούτου πατήρ; πότε θαυμαστὸς ἦν καὶ παράδοξος; οὐχ ὅτε ἐν πειρασμοῖς ἦν; Ὁ δὲ Ἀβεσσαλὼμ, οὐχ ἕως μὲν ἔφευγεν, ἐσωφρόνει, ἐπειδὴ δὲ ἐπανῆλθε, καὶ τυραννικὸς καὶ πατραλοίας ἐγένετο; Τί δὲ ὁ Ἰώβ; Οὗτος γὰρ λαμπρὸς μὲν ἦν καὶ ἐν ἀνέσει, λαμπρότερος δὲ μετὰ τὴν θλῖψιν ἐφάνη. Καὶ τί δεῖ λέγειν τὰ ἀρχαῖα καὶ παλαιά; ἂν γὰρ τὰ ἡμέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος. Νῦν μὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαμεν, καὶ διεῤῥύημεν, καὶ μυρίων τὴν Ἐκκλησίαν ἐνεπλήσαμεν κακῶν· ὅτε δὲ ἠλαυνόμεθα, καὶ σωφρονέστεροι καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦμεν προθυμότεροι, καὶ περὶ τὴν ἀκρόασιν. Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσμήχουσα, καθαροὺς ἐργαζομένη, λαμπροὺς κατασκευάζουσα καὶ φαιδρούς. Αὕτη εἰς βασιλείαν εἰσάγει, ἐκείνη δὲ εἰς γέενναν. Διὸ ἡ μὲν ἔστιν εὐρύχωρος, ἡ δὲ στενή. Διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ὡς μέγα τι καταβάλλων ἡμῖν ἀγαθόν. Εἰ τοίνυν μαθητὴς εἶ, τὴν στενὴν καὶ τεθλιμμένην ὅδευε, μηδὲ δυσχέραινε μηδὲ ἀποδυσπέτει. Κἂν γὰρ οὕτω μὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς. Καὶ γὰρ ὁ βάσκανος, καὶ ὁ χρημάτων ἐρῶν, καὶ ὁ πόρνης περικαιόμενος, καὶ ὁ κενόδοξος, καὶ τῶν ἄλλων ἕκαστος τῶν τὰ πονηρὰ ἐπιόντων πολλὰς ἀθυμίας ὑπομένει καὶ θλίψεις, καὶ τῶν πενθούντων οὐκ ἐλάττω θλίβεται. Εἰ δὲ μὴ δακρύει μηδὲ πενθεῖ, δι' αἰσχύνην καὶ ἀναισθησίαν· ὡς εἴ γε τὴν ψυχὴν αὐτοῦ καταμάθοις, μυρίων ὄψει κυμάτων γέμουσαν. Ὅταν οὖν καὶ τοῦτον καὶ ἐκεῖνον μετιόντας τὸν βίον ἀνάγκη θλίβεσθαι, διὰ τί μὴ τοῦτον αἱρούμεθα τὸν μετὰ θλίψεως μυρίους φέροντα στεφάνους; Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στενοχωρίας, ὁμοῦ μὲν ἐκείνους ὠφελῶν, ὁμοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόμενος, ὥστε μὴ μείζονα τῆς ἀξίας περὶ αὐτῶν δόξαν ἔχειν. Οὕτω γὰρ καὶ εἰδωλολατρεῖαι τὴν ἀρχὴν ἐκράτησαν, τῶν ἀνθρώπων ὑπὲρ τὴν ἀξίαν θαυμαζομένων· οὕτως Ἀλέξανδρον τρισκαιδέκατον ἐνόμισεν εἶναι θεὸν ἡ σύγκλητος Ῥωμαίων. Καὶ γὰρ αὕτη ταύτην εἶχε τὴν ἀξίαν χειροτονεῖν καὶ ἐγκρίνειν θεούς. Ὅτε γοῦν τὰ κατὰ Χριστὸν ἀπηγγέλη πάντα, ἔπεμψεν ὁ τοῦ ἔθνους ἄρχων πυνθανόμενος, εἰ δοκεῖ αὐτοῖς καὶ αὐτὸν χειροτονῆσαι θεόν. Οἱ δὲ οὐκ ἐπένευσαν, ὀργιζόμενοι καὶ ἀγανακτοῦντες, ὅτι πρὸ τῆς αὐτῶν ψήφου καὶ γνώμης, ἡ δύναμις τοῦ σταυρωθέντος ἐκλάμψασα, εἰς τὸ οἰκεῖον ἐπεσπάσατο σέβας τὴν οἰκουμένην ἅπασαν. Τοῦτο δὲ ᾠκονομεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε μὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, μηδὲ ἕνα τῶν πολλῶν αὐτὸν εἶναι νομισθῆναι τῶν ὑπ' ἐκείνων χειροτονηθέντων. Καὶ γὰρ καὶ πύκτας θεοὺς ἐνόμισαν, καὶ τὰ παιδικὰ τὰ Ἀδριανοῦ· ὅθεν καὶ ἡ πόλις Ἀντίνοος λέγεται. Ἐπειδὴ γὰρ θάνατος καταμαρτυρεῖ τῆς θνητῆς φύσεως, ἐφεῦρεν ὁ διάβολος ἑτέραν ὁδὸν, τὴν τῆς ψυχῆς ἀθανασίαν, ᾗ τὴν ὑπερβάλλουσαν κολακείαν ἀναμίξας, εἰς ἀσέβειαν πολλοὺς ἐξήγαγε. Καὶ θέα κακουργίαν· ὅταν μὲν ἡμεῖς εἰς δέον αὐτὴν παράγωμεν, ἀνατρέπει τὸν λόγον· ὅταν δὲ εἰς βλάβην αὐτὸς κατασκευάζειν βούληται, μετὰ πολλῆς αὐτὴν ἵστησι τῆς σπουδῆς. Κἂν εἴπῃ τις, Πόθεν θεὸς Ἀλέξανδρος; οὐχὶ τέθνηκε, καὶ ἀθλίως; Ἀλλ' ἀθάνατος ἡ ψυχὴ, φησί. Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ· ὅταν δὲ ἡμεῖς λέγωμεν τοῦτο μέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακειμένους, ὡς ἠπατημένους πείθεις. Κἂν εἴπωμεν, ὅτι ὁ ἐσταυρωμένος ζῇ, γέλως εὐθέως, καίτοι τῆς οἰκουμένης βοώσης ἁπάσης, καὶ πάλαι καὶ νῦν· τότε μὲν ἀπὸ τῶν σημείων, νῦν δὲ ἀπὸ τῶν ἐπιστρεψάντων· οὐ γὰρ δὴ νεκροῦ ταῦτα τὰ κατορθώματα. Ἂν δὲ εἴπῃ τις, ὅτι Ἀλέξανδρος ζῇ, πιστεύεις, καίτοι γε οὐδὲν ἔχων σημεῖον εἰπεῖν. Ναὶ, φησί· πολλὰ γὰρ καὶ μεγάλα κατώρθωσε ζῶν· καὶ γὰρ καὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν.