# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-3

Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Διὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς μέσον, ἀξιόπιστον κἀντεῦθεν τὴν μαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων μόνον, ἀλλὰ καὶ διὰ τῶν διδαξάντων. Καίτοι μαθηταὶ ἦσαν· ἀλλὰ μετριάζων, ἐν τάξει διδασκάλων αὐτοὺς ἀριθμεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγματι· οὐ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑμῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανημένης διανοίας ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτέστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγμα ὑπισχνεῖτο, καὶ αὐτοὶ τὰ πολλὰ ταῦτα ἐπηγγέλλοντο καὶ ἐκήρυττον. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν μεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν ἀκινήτους φησὶ, καὶ οὐκ ἐγένετο Ναὶ καὶ Οὒ ἐν αὐταῖς. Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Καὶ πρῶτον μὲν ὑπὲρ τῶν τῆς πίστεως δογμάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνίζεται λέγων· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν ὑποσχέσεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ μᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν μὲν ἔστι, νῦν δὲ οὐκ ἔστιν, ἀλλ' ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀμήν; Τὸ πάντως ἐσόμενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ πληρωθῆναι. Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστι, Πρὸς δόξαν δι' ἡμῶν; Πληροῖ αὐτὰς δι' ἡμῶν· τουτέστι, διὰ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν πρὸς δόξαν αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡμετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος εἶναι. Καὶ πρὸς τοῦτο ἡμῶν ἡ σωτηρία συνδέδεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σωτηρία ἡμῶν ἕψεται. Ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους συνεχῶς περιστρέφει λέγων· Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡμᾶς μόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοίνυν τοῦτο ἐννοήσῃς, ὅτι δι' ἡμῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι' ἡμῶν πληροῦνται, ἀλλὰ δι' αὐτοῦ· καὶ αἱ ἐπαγγελίαι δὲ δι' αὐτοῦ· οὐ γὰρ τὰ ἡμέτερα, ἀλλὰ τὰ αὐτοῦ πρὸς ὑμᾶς εἰρήκαμεν. Ὁ δὲ βεβαιῶν ἡμᾶς, σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός· καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν ἡμᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν· πῶς τὰ μέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν· πῶς τὰ ἐκ τούτων οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ μᾶλλον ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ μᾶλλον ἐκεῖνα φίλοις γενομένοις χαριεῖται. Διὰ τοῦτο οὐδὲ Πνεῦμα εἶπεν ἁπλῶς, ἀλλ' ἀῤῥαβῶνα ὠνόμασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς θαῤῥῇς. Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην. Καὶ ὅρα εὐγνωμοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡμῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑμᾶς, οὐκ ἐν ἡμῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑμᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡμεῖς ἐσμεν οἱ στηρίζοντες ὑμᾶς· καὶ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ βεβαιοῦντος. Ὥστε μηδεὶς ἐν ἡμῖν νομιζέτω κινδυνεύεσθαι τὸ κήρυγμα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ μέλει τοῦ παντός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
