Ancient Greek
Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν, ἀλλ' ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-7
Not analysed yet
Καὶ γὰρ τότε μάλιστα διαφαίνεται ἡ τοῦ Θεοῦ δύναμις, ὅταν δι' εὐτελῶν ἐνεργῇ μεγάλα. Διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ ἐν τῇ Παλαιᾷ δὲ διὰ κωνώπων καὶ μυιῶν ὁλόκληρα στρατόπεδα βαρβάρων ἐτροποῦτο (διὸ καὶ μεγάλην δύναμιν αὐτοῦ τὴν κάμπην ἐκάλει), καὶ ἐν ἀρχῇ γλώττας συγχέων μόνον, τὸν μέγαν πύργον ἐκεῖνον τὸν ἐν Βαβυλῶνι κατέλυε. Καὶ ἐν τοῖς πολέμοις δὲ νῦν μὲν διὰ τριακοσίων ἄπειρα στρατόπεδα ἤλασε, νῦν δὲ διὰ σαλπίγγων πόλεις καθεῖλε· μετὰ δὲ ταῦτα διὰ παιδίου μικροῦ καὶ εὐτελοῦς τοῦ Δαυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτροπώσατο. Οὕτω δὴ καὶ ἐνταῦθα δώδεκα μόνους ἀποστείλας, τῆς οἰκουμένης περιεγένετο, δώδεκα, καὶ τούτους ἐλαυνομένους, πολεμουμένους. Ἐκπλαγῶμεν οὖν τοῦ Θεοῦ τὴν δύναμιν, θαυμάσωμεν, προσκυνήσωμεν· ἐρωτήσωμεν Ἰουδαίους, ἐρωτήσωμεν Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουμένην ἅπασαν ἀποστῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν μετατάξασθαι πολιτείαν; ὁ ἁλιεὺς, ἢ ὁ σκηνοποιός; ὁ τελώνης, ἢ ὁ ἀγράμματος καὶ ἰδιώτης; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, εἰ μὴ θεία δύναμις ἦν ἡ πάντα κατορθοῦσα δι' ἐκείνων; Τί δὲ καὶ λέγοντες ἔπειθον ἐκεῖνοι; Βαπτίσθητε ἐν τῷ ὀνόματι τοῦ σταυρωθέντος. Ποίου; Ὃν οὐκ εἶδον, οὐδὲ ἐθεάσαντο. Ἀλλ' ὅμως ταῦτα λέγοντες καὶ κηρύττοντες, ἔπειθον, ὅτι οἱ μὲν μαντευόμενοι καὶ ἐκ προγόνων αὐτοῖς παραδοθέντες, οὐκ εἰσὶ θεοὶ, ὁ δὲ προσηλωθεὶς, οὗτος Χριστὸς, πάντας ἐφείλκετο. Καίτοι γε ὅτι μὲν ἐσταυρώθη καὶ ἐτάφη, παντί που δῆλον ἦν· ὅτι δὲ ἀνέστη, οὐδεὶς πλὴν ὀλίγων εἶδεν. Ἀλλ' ὅμως καὶ τοῦτο ἔπεισαν τοὺς οὐχ ἑωρακότας· καὶ οὐχ ὅτι ἀνέστη μόνον, ἀλλ' ὅτι καὶ εἰς οὐρανοὺς ἀνῆλθε, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Πόθεν οὖν τὸ πιθανὸν τοῖς λόγοις τούτοις, εἰπέ μοι; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως. Καὶ γὰρ πρῶτον αὐτὴ ἡ καινοτομία πᾶσι προσίστατο· ὅταν τε καὶ τοιαῦτά τις καινοτομῇ, χαλεπώτερον τὸ πρᾶγμα γίνεται, ὅταν ἀναμοχλεύῃ παλαιᾶς συνηθείας θεμέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόμους. Πρὸς δὲ τούτοις οὐδὲ οἱ κήρυκες ἀξιόπιστοι εἶναι ἐδόκουν, ἀλλὰ καὶ ἔθνους παρὰ πᾶσι μεμισημένου, καὶ δειλοὶ καὶ ἀμαθεῖς. Πόθεν οὖν περιεγένοντο τῆς οἰκουμένης; πόθεν ὑμᾶς καὶ τοὺς ὑμετέρους προγόνους τοὺς δοκοῦντας φιλοσοφεῖν, μετὰ τῶν θεῶν αὐτῶν ἐξέβαλον; οὐκ εὔδηλον ὅτι ἀπὸ τοῦ τὸν Θεὸν ἔχειν μεθ' ἑαυτῶν; Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρωπίνης δυνάμεως κατορθώματα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου. Οὐχὶ, φησὶν, ἀλλὰ γοητικῆς. Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν. Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ' ἐναντίας ἐκείνοις τὰ ἡμέτερα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι τοῦ Θεοῦ ψῆφος ἦν τὰ γινόμενα, οὐκ ἀπὸ τοῦ κηρύγματος μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πολιτείας αὐτῆς. Πότε γὰρ παρθενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη; πότε χρημάτων ὑπεροψία καὶ ζωῆς καὶ τῶν ἄλλων ἁπάντων; Οἱ γὰρ μοχθηροὶ καὶ γόητες οὐδὲν τοιοῦτον ἀνύσαιεν, ἀλλὰ τἀναντία ἅπαντα· οὗτοι δὲ ἀγγέλων ἡμῖν εἰσηγήσαντο πολιτείαν· οὐκ εἰσηγήσαντο δὲ μόνον, ἀλλὰ καὶ κατώρθωσαν, ἐν τῇ ἡμετέρᾳ, ἐν τῇ τῶν βαρβάρων, ἐν αὐταῖς τῆς γῆς ταῖς ἐσχατιαῖς. Ὅθεν δῆλον ὅτι πάντα ἡ τοῦ Χριστοῦ πανταχοῦ δύναμις ἤνυσεν, ἡ πανταχοῦ λάμπουσα, καὶ ἀστραπῆς ἁπάσης ὀξύτερον τὰς τῶν ἀνθρώπων καταυγάζουσα διανοίας. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ τῆς τῶν μελλόντων ὑποσχέσεως, τὰ γεγενημένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε μεθ' ἡμῶν τὴν ἄμαχον τοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.