# In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/4.1-8

Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς διαπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας καὶ ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ παραχρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πόνων καὶ κέρδους· πολλάκις δὲ τοὔμπαλιν, ὁ μὲν πόνος ἄπειρος, ὁ δὲ καρπὸς ὀλίγος· ἢ οὐδὲ ὀλίγος πολλάκις· ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· ὁ γεωργὸς δι' ὅλου πονεῖ τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων. Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρόν (καὶ γὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; Διὸ παρακαλῶ πάντας ὑμᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἂν ὑπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται, καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάμ. Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐ μὴ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς λαμπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀποτέμνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας. Καὶ γὰρ πρόσκαιροι αὗται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα ἄφθαρτόν ἐστιν. Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά· μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐνταῦθα σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν, ἑαυτῶν κατηγοροῦντες; πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; Ἀλλ' οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι μὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἀλλ' οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ἐπὶ τῆς πολιτείας τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλλώμεθα, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πάσης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
