Ancient Greek
Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 4.1-9
Not analysed yet
Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶντας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπεσεῖν ἐκεῖσε πράττομεν· ὅταν ἀπαγώμεθα συρόμενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσόμεθα; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρὸς οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίκαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγγνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν τότε ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δικαίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδας πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι· πολλῷ μᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυμίαν. Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόμενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡμῖν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν' οὖν μὴ τούτων, ἀλλ' ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.