Ancient Greek
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-2
Not analysed yet
Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάμενος; Τὸ Πνεῦμα δοὺς, δι' οὗ ταῦτα ἀμφότερα ἐποίησεν, ὁμοῦ προφήτας καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόμενος· ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη. Ἀλλ' ἡμεῖς οὐχ ἓν, ἀλλὰ τὰ τρία μεθ' ὑπεροχῆς ἔχομεν ἀξιώματα νῦν· καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν. Παραστήσατε γὰρ τὰ μέλη ὑμῶν, θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, φησί· καὶ μετὰ τούτων καὶ προφῆται καθιστάμεθα· Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκεκαλυμμένα ἡμῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν κρατεῖν τῶν ἀτόπων λογισμῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ μᾶλλον ἢ ὁ τὸ διάδημα περικείμενος, ἤδη τοῦτο ποιήσω δῆλον ὑμῖν· Πολλὰ ἔχει στρατόπεδα ἐκεῖνος, ἀλλὰ καὶ ἡμεῖς τούτων πλείους ἔχομεν λογισμούς· οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡμῖν. Οὐ πλῆθος δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ πολλοὺς ἐν τῷ πλήθει τούτῳ τῶν λογισμῶν καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ λοχαγοὺς καὶ τοξότας καὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰ ἱμάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή μου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ τὸν τῆς δόξης· Δόξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ [τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κεφαλῇ. Εἶδες πολύπλοκον καὶ χαριέστερον τουτὶ τὸ διάδημα; Πλὴν ἀλλ' ἄνωθεν αὐτὰ ἀκριβέστερον ἐξετάσωμεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ' ἐγὼ δείκνυμι μείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ μὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν δὲ περὶ τῆς ὑποταγῆς ἐξετάζειν δεῖ. Καὶ μή μοι εἰς μέσον ἀγάγῃς τοὺς ἐκπεσόντας τῆς βασιλείας, καὶ σφαγέντας ὑπ' αὐτῶν τῶν σωματοφυλάκων. Μὴ τοίνυν τούτους εἰς μέσον ἄγωμεν, ἀλλὰ τοὺς καλῶς ἐν ἀμφοτέροις τὴν ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωμεν. Καὶ σὺ μὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρχην ἀντιτάττω πᾶσιν. Ὅτε γὰρ τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι, ἐννόησον πόσοι τότε ἐπανέστησαν αὐτῷ λογισμοί· ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπότομοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχμαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάμεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισμοί. Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια; Διὸ καὶ αἰχμῆς ἠκονημένης μᾶλλον τέμνειν ἠδύναντο τὴν ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν. Ἐνταῦθα μὲν γὰρ καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριμύτερα ἦν τὰ τραύματα. Ἀλλ' ὅμως τοσούτων τότε ὁπλισθέντων κατ' αὐτοῦ λογισμῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν εὐτάκτως, κοσμοῦντες μᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν μάχαιραν αὐτὸν ἐκτείνοντα, καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ μέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ' οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆμα δεῖξαι τοιοῦτον, οὕτω μεγαλοφυὲς καὶ τῶν οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον· κἂν μυρίους τιθῇς τυραννοκτόνους, οὐδένα τοιοῦτον ἐπιδείξῃς ἡμῖν. Καὶ γὰρ ἀγγέλου τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπολιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγμα. Τί τούτου λαμπρότερον; μᾶλλον δὲ τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς ἀκούσωμεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Τί τοῦτο; ὁ πάντα πρὸ γενέσεως αὐτῶν εἰδὼς, νῦν ἔγνω; Καίτοι γε καὶ ἀνθρώπῳ δήλη ἦν ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγματα τῆς περὶ τὸν Θεὸν εὐνοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν τιμὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων· ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούμενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων ἔμαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, μήτι γε ὁ Θεὸς, ὁ μὴ περιμένων ἀπὸ τῶν πραγμάτων μαθεῖν τὸ τέλος. Πῶς δὲ αὐτὸν καὶ ἐδικαίωσεν ἀγνοῶν; Ἐπίστευσε γὰρ, φησὶν, Ἀβραὰμ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.