# In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/5.1-5

Τί δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; Σαφέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη· καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιρομένη, καὶ ἀργύρου λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει. Διὸ καί φησι, Κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύματος, εἰς δόξαν, τὴν ἡμετέραν, τὴν ἐγγινομένην, καὶ τοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύματος. Ὅρα πῶς καὶ ἐνταῦθα τὸ Πνεῦμα Κύριον καλεῖ. Καὶ ἀλλαχοῦ δὲ αὐτοῦ τὴν κυριότητα ἔστιν ἰδεῖν· Λειτουργούντων γὰρ αὐτῶν, καὶ νηστευόντων τῷ Κυρίῳ, φησὶν, εἶπε τὸ Πνεῦμα· Ἀφορίσατέ μοι Παῦλον καὶ Βαρνάβαν. Διὰ γὰρ τοῦτο εἶπε, Λειτουργούντων αὐτῶν τῷ Κυρίῳ, Ἀφορίσατέ μοι, ἵνα τὸ ὁμότιμον δείξῃ. Καὶ πάλιν ὁ Χριστός φησιν, Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ· τὸ δὲ Πνεῦμα, ὡς ἄνθρωπος οἶδε τὰ ἑαυτοῦ, οὕτως οἶδε τὰ τοῦ Θεοῦ, οὐχὶ διδασκόμενον· ἐπεὶ ἡ εἰκὼν οὐ μένει. Καὶ τὸ ἐνεργεῖν δὲ καθὼς βούλεται, δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὴν κυριότητα. Τοῦτο μεταμορφοῖ, τοῦτο οὐκ ἐᾷ συσχηματίζεσθαι ἡμᾶς τῷ αἰῶνι τούτῳ, τοῦτο δημιουργὸν τῆς τοιαύτης κτίσεως. Ὥσπερ γάρ φησι, Κτισθέντες ἐν Χριστῷ Ἰησοῦ· οὕτω φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαὶ, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν. Βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λῃσταῖς ἐστι φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην; Ἀτενίσαντες, φησὶν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν. Ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴμοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας. Χειμὼν γὰρ τὰ βιωτικὰ, καὶ χειμῶνος σκυθρωπότερα. Οὐ γὰρ κρυμὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλμα βαθὺ, ἀλλὰ τὰ πάντων χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆς γεέννης κακά. Καὶ καθάπερ ἐν κρυμῷ σφοδρῷ πέπηγε πάντα τὰ μέλη, καὶ ἔστι νεκρά· οὕτω δὴ καὶ ἐν τῷ χειμῶνι τῶν ἁμαρτημάτων φρίττουσα ἡ ψυχὴ, οὐδὲν τῶν αὐτῆς ἐργάζεται, πεπηγυῖα καθάπερ ὑπὸ κρυμοῦ τοῦ συνειδότος. Ὅπερ γὰρ τῷ σώματι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ· ὅθεν καὶ δειλία γίνεται. Οὐδὲν γὰρ δειλότερον τοῦ τοῖς βιωτικοῖς προσηλωμένου· τὸν γὰρ τοῦ Κάϊν βίον ὁ τοιοῦτος ζῇ, καθ' ἑκάστην ἡμέραν τρέμων. Καὶ τί λέγω θανάτους καὶ ζημίας καὶ προσκρούματα καὶ κολακείας καὶ θεραπείας; καὶ γὰρ καὶ τούτων χωρὶς μυρίας δέδοικε μεταβολάς. Καὶ τὸ μὲν ταμιεῖον γέμει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου· καὶ μάλα εἰκότως. Ὡς ἐπὶ πραγμάτων γὰρ ὁρμεῖ σαθρῶν, καὶ εὐμεταπτώτων· κἂν μὴ αὐτὸς ὑπομείνῃ τὴν μεταβολὴν, ἐν ἑτέροις γινομένην ὁρῶν, ἀπόλωλε· καὶ πολλὴ μὲν ἡ δειλία, πολλὴ δὲ ἡ ἀνανδρία. Οὐδὲ γὰρ μόνον πρὸς κινδύνους ἄτολμος ὁ τοιοῦτος, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα πάντα· κἂν ἐπιθυμία χρημάτων ἐμπέσῃ, οὐχ ὡς ἀνὴρ ἐλεύθερος ἀποκρούεται τὴν προσβολὴν, ἀλλ' ὡς ἀργυρώνητος πάντα πράττει, καθάπερ δεσποίνῃ χαλεπῇ τῇ φιλαργυρίᾳ δουλεύων· κἂν εὔμορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναντίον ποιεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
