# In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/5.1-8

Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάμβανε, καὶ οὐκ ἐλάμβανεν· ἡ δὲ ἐναντιότης παρὰ τὴν τῶν διδόντων ἕξιν. Καὶ οὐκ εἶπε μὲν, Διὰ τοῦτο οὐ λαμβάνω, ἐπειδὴ σφόδρα ὑμᾶς ἀγαπῶ, ἐπεὶ κατηγορίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι, καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεμνύνονται μόνον. Ἵνα τοίνυν μηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ τοῖς ἄλλοις ἠλαττωμένοι ἦσαν. Οὐδὲν γὰρ, ὅπερ ἔφην, οὕτως οἰκοδομεῖ τοὺς βιωτικοὺς, ὡς τὸ μὴ λαμβάνειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο μάλιστα τὸ δέλεαρ καθῆκε, βουλόμενος αὐτοὺς εἰς ἕτερα παραβλάψαι. Δοκεῖ δέ μοι καὶ τοῦτο ὑποκρίσεως εἶναι. Διόπερ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γενναῖον ἄνδρα οὐ μόνον ἐφ' οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ' οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ μακάριος οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰμ, λέγων, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁμαρτήματα, ἀλλ' ἔλαμπεν ἀπὸ κατορθωμάτων, πανταχοῦ περιδραμὼν, καὶ μὴ εὑρών τινα καθ' ἑαυτοῦ μεγίστην λαβὴν, ἐπὶ τὴν φύσιν καταφεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σεμνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε. Διὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ μοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, μηδὲ τὸν ἀνατεταμένον αὐχένα, μηδὲ τὴν χλανίδα καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ ποῦ τελευτᾷ ταῦτα πάντα λογίζου καὶ προστίθει. Ἐὰν δὲ τὰ φαινόμενα λέγῃς, καὶ ἐγώ σοι τὰ ἐν ταῖς Γραφαῖς ἐρῶ, τὰ πολλῷ τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες ὅτι πηλός ἐστι τὸ πᾶν· οὕτω δὴ μηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦτα πηλός· μᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. Δεῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον πυρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξομαι, καὶ ἐρήσομαι τί γέγονεν ὁ πολὺς κόσμος ἐκεῖνος, ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν δούλων, καὶ ἡ περιουσία τῶν χρημάτων, τῶν κτημάτων, ποῖος ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου καὶ τοῦ τύφου τὰ σύμβολα, ἐσθῆτος λαμπρᾶς ἐπικειμένης, πενήτων καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν ἀλλὰ καὶ ταῦτα εὐθέως ἐλέγχεται ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν, καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαντας ἔδει λέγειν· Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος· ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν, μηδὲ θάρσει τῷ ἀδικουμένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα νῦν λέγειν, καὶ φειδομένων ἐστὶ καὶ εἰρωνευομένων· οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νοσοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα μὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζόμενον τὸν ἀδικήσαντα. Ἀλλ' ἡμῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ μὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀποδέχομαι, ταῖς ἀλλοτρίαις οὐκ ἐφηδομένους συμφοραῖς, ἀλλὰ τὴν οἰκείαν ζητοῦντας ἀσφάλειαν. Φέρε οὖν καὶ ταύτην ὑμῖν ἐγγυήσομαι. Ἂν γὰρ παρὰ ἀνθρώπων πάσχωμεν κακῶς, ὑποτεμνόμεθα τοῦ χρέους οὐκ ὀλίγον, φέροντες γενναίως τὰ γινόμενα. Οὐκ ἄρα ἀδικούμεθα· λογίζεται γὰρ εἰς τὸ ὄφλημα ἡμῖν τὴν ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας. Διὰ τοῦτο καὶ ἄνωθεν οὐκ ἤμυνε παθόντι κακῶς. Πόθεν τοῦτο δῆλον, φησίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο παῖδες καὶ γυναῖκες· ἀλλὰ μετὰ ταῦτα ἡ αἰχμαλωσία αὕτη κατὰ ἀναλογίαν τῶν ἁμαρτημάτων αὐτοῖς γέγονε παραμυθία. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς· λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς· καὶ πάλιν, Δὸς ἡμῖν εἰρήνην· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ὁ Δαυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἡνίκα τὸν Σεμεεὶ καταρώμενον ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ μοι ἀντὶ τῆς ἡμέρας ταύτης. Ὅταν γὰρ μὴ ἀμύνῃ ἀδικουμένοις, τότε μάλιστα ὠφελούμεθα· λογίζεται γὰρ ἡμῖν εἰς κατόρθωμα, ἂν εὐχαρίστως ἐνέγκωμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
