# In epistulam ii ad Corinthios (homiliae 1-30) 5.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/5.1-9

Ἐὰν οὖν ἐγὼ δείξω, ὅπερ ἐκεῖνος ζῶν οὐκ ἐνενόησεν, οὐκ αὐτὸς, οὐκ ἄλλος τις τῶν ποτε γενομένων ἀνθρώπων, ποίαν ἑτέραν ζητεῖς ἀναστάσεως ἀπόδειξιν; Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν· τὸ δὲ μετὰ σταυρὸν καὶ τάφον τοσαῦτα ἐργάσασθαι πανταχοῦ γῆς καὶ θαλάττης, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον ἀνακηρῦττον δύναμιν. Καὶ ὁ μὲν Ἀλέξανδρος μετὰ τὴν τελευτὴν αὐτοῦ, διασπασθεῖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τέλεον ἀφανισθεῖσαν οὐκ ἐπανήγαγε· πῶς δὲ ἔμελλεν ὁ νεκρός; ὁ δὲ Χριστὸς τότε αὐτὴν μάλιστα ἔστησεν, ὅτε ἐτελεύτησε. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ, ὅπου γε καὶ τοῖς μαθηταῖς αὐτοῦ, μετὰ τὸ τελευτῆσαι, λάμψαι ἔδωκε; Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι, καὶ εἰπὲ τὴν ἡμέραν καθ' ἣν ἐτελεύτησε. Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται. Καὶ οἱ τάφοι τῶν δούλων τοῦ σταυρωθέντος λαμπρότεροι τῶν βασιλικῶν εἰσιν αὐλῶν, οὐ τῷ μεγέθει καὶ τῷ κάλλει τῶν οἰκοδομημάτων μόνον· καὶ τούτῳ μὲν γὰρ κρατοῦσιν· ἀλλ', ὃ πολλῷ πλέον ἐστὶ, τῇ σπουδῇ τῶν συνιόντων. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὰ σήματα ἐκεῖνα περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος ἕστηκε δεόμενος τῶν ἁγίων, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως προστατῶν καὶ τετελευτηκότων δεῖται ὁ τὸ διάδημα ἔχων. Τολμήσεις οὖν, εἰπέ μοι, τὸν τούτων Δεσπότην νεκρὸν εἰπεῖν, οὗ οἱ οἰκέται καὶ τετελευτηκότες, προστάται τῶν τῆς οἰκουμένης βασιλέων εἰσί; Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ ἴδοι τις ἂν γινόμενον μόνον, ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ τοῖς προθύροις κατάθοιτο τοῦ ἁλιέως· καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι. Καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὔλειον αὐτοῖς ἀφορισθῆναι θύραν, ἀπὸ τῶν ἐνταῦθα καὶ τοῖς ἀπίστοις ἐπιδεικνύντες, ὅτι πλείων ἐν τῇ ἀναστάσει ἡ ὑπεροχὴ ἔσται τοῖς ἁλιεῦσιν. Εἰ γὰρ ἐνταῦθα οὕτως ἐν τοῖς τάφοις, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει. Καὶ ἀντήλλακται ἡ τάξις· οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται, μᾶλλον δὲ καὶ λαμπροτέραν. Καὶ ὅτι οὐ κολακεία τὸ πρᾶγμα, αὕτη δείκνυσιν ἡ ἀλήθεια· ἀπὸ γὰρ ἐκείνων καὶ οὗτοι λαμπρότεροι γεγόνασι. Πολὺ γὰρ τῶν ἄλλων τάφων τῶν βασιλικῶν τὰ σήματα ταῦτα σεμνότερα· ἐκεῖ μὲν γὰρ πολλὴ ἡ ἐρημία, ἐνταῦθα δὲ πολλὴ ἡ πανήγυρις. Εἰ δὲ βούλει καὶ ταῖς βασιλικαῖς παραβαλεῖν αὐλαῖς τοὺς τάφους τούτους, πάλιν ἐνταῦθα τὰ νικητήρια. Ἐκεῖ μὲν γὰρ πολλοὶ οἱ σοβοῦντες, ἐνταῦθα δὲ πολλοὶ οἱ καλοῦντες καὶ ἐπισπώμενοι πλουσίους, πένητας, ἄνδρας, γυναῖκας, δούλους, ἐλευθέρους· ἐκεῖ πολὺς ὁ φόβος, ἐνταῦθα ἄφατος ἡ ἡδονή. Ἀλλὰ γλυκὺ θέαμα χρυσοφοροῦντα βασιλέα καὶ ἐστεφανωμένον ἰδεῖν, καὶ παρεστῶτας στρατηγοὺς, ἄρχοντας, ταξιάρχους, φυλάρχους, ὑπάρχους. Ἀλλὰ τὰ ἐνταῦθα τοσούτῳ σεμνότερα καὶ φρικωδέστερα, ὡς ἐκεῖνα σκηνὴν εἶναι καὶ παιδιὰν νομίσαι πρὸς ταῦτα. Ἅμα γὰρ ἐπέβης τῶν οὐδῶν, καὶ πρὸς τὸν οὐρανὸν ὁ τόπος τὴν διάνοιαν παρέπεμψε, πρὸς τὸν ἄνω βασιλέα, πρὸς τὸ στρατόπεδον τὸ τῶν ἀγγέλων, πρὸς τὸν θρόνον τὸν ὑψηλὸν, πρὸς τὴν δόξαν τὴν ἀπρόσιτον. Καὶ ἐνταῦθα μὲν ὑπέταξεν ἄρχοντι τῶν ὑποκειμένων τὸν μὲν λῦσαι, τὸν δὲ δῆσαι· τὰ δὲ ὀστᾶ τῶν ἁγίων οὐ ταύτην ἔχει τὴν ἐξουσίαν τὴν οἰκτρὰν καὶ ταπεινὴν, ἀλλ' ἐκείνην τὴν πολλῷ μείζονα. Δαίμονας γὰρ παρίστησι καὶ βασανίζει, καὶ τῶν δεσμῶν ἐκείνων τῶν πικροτάτων ἀπολύει τοὺς δεδεμένους. Τί φοβερώτερον τοῦ δικαστηρίου τούτου; Οὐδενὸς ὁρωμένου, οὐδενὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπράμεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύναμιν ἐκείνην. Καὶ οἱ τὰ σώματα φορέσαντες, τῶν ἀσωμάτων κρατοῦσι δυνάμεων· ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις. Διὰ δὴ τοῦτο ὑπὲρ μὲν τοῦ βασιλικὰς ἰδεῖν αὐλὰς οὐδεὶς ἄν ποτε ἀποδημήσειε· βασιλεῖς δὲ πολλοὶ πολλάκις ἀποδεδημήκασι ταύτης ἕνεκεν τῆς θεωρίας. Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζομένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων. Εἶδες τῶν ἁγίων τὴν δύναμιν καὶ τετελευτηκότων; εἶδες τῶν ἁμαρτωλῶν τὴν ἀσθένειαν καὶ ζώντων; Φύγε τοίνυν τὴν κακίαν, ἵνα κρατῇς τῶν τοιούτων, καὶ δίωκε μετὰ σπουδῆς ἁπάσης τὴν ἀρετήν. Εἰ γὰρ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον ἡλίκα τὰ μέλλοντα. Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόμενος, ἐπιλαμβάνου τῆς αἰωνίου ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
