Ancient Greek
Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 6.1-4
Not analysed yet
Ἴδωμεν οὖν τί τούτων ἐποίησεν αὐτοὺς ὑγιεῖς. Καὶ πόθεν εἰσόμεθα, φησίν; Ἂν πρὸς τὸν ἰατρὸν ἔλθωμεν, ἂν αὐτὸν ἐρωτήσωμεν· οὐ γὰρ ἀποκρύψεται ἡμᾶς, ἀλλὰ καὶ σφόδρα ἐρεῖ. Μᾶλλον δὲ ἵνα μηδεὶς ἀγνοῇ, μηδὲ ἐρέσθαι δέηται, καὶ ἀνέγραψε τὸ φάρμακον τὸ ἀναστῆσαν αὐτούς. Τί οὖν τοῦτό ἐστιν; Εἶδε, φησὶν, ὁ Θεὸς ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Οὐκ εἶπεν, ὅτι Εἶδε νηστείαν καὶ σάκκον καὶ σποδόν. Καὶ ταῦτα οὐ νηστείαν ἀναιρῶν λέγω· μὴ γένοιτο· ἀλλὰ τὸ τῆς νηστείας κρεῖττον ποιεῖν παραινῶν, τὸ πάσης κακίας ἀπέχεσθαι. Ἥμαρτε καὶ ὁ Δαυΐδ· ἴδωμεν οὖν καὶ οὗτος πῶς μετενόησε. Τρεῖς ἡμέρας ἐκάθισεν ἐπὶ τέφρας. Ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ τῆς ἁμαρτίας ἐποίει, ἀλλ' ὑπὲρ τοῦ παιδίου, μεθύων ἔτι τῷ πάθει· τὴν δὲ ἁμαρτίαν ἑτέρως ἀπέσμηχε, ταπεινοφροσύνῃ, συντριβῇ καρδίας, κατανύξει ψυχῆς, τῷ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, τῷ μεμνῆσθαι διηνεκῶς αὐτῆς, τῷ φέρειν εὐχαρίστως τὰ ἐπιόντα ἅπαντα, τῷ φείδεσθαι τῶν λυπούντων, τῷ μὴ ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας, ἀλλὰ καὶ τοὺς βουλομένους τοῦτο ποιεῖν, κωλύειν. Ὅτε γοῦν αὐτὸν ὁ Σεμεεὶ μυρίοις ἔπλυνεν ὀνείδεσι, τοῦ στρατηγοῦ τοῦ παρόντος ἀγανακτοῦντος, ἔλεγεν, Ἄφες αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος ἐνετείλατο αὐτῷ. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην εἶχεν, ὃ μάλιστα αὐτοῦ τὰ ἁμαρτήματα ἀπέσμηχε· καὶ γὰρ τοῦτο ἐξομολόγησις, τοῦτο μετάνοια. Ἂν δὲ νηστεύοντες ἀλαζόνες ὦμεν, οὐ μόνον οὐδὲν ὠφελήθημεν, ἀλλὰ καὶ ἐβλάβημεν. Ταπείνωσον τοίνυν τὴν καρδίαν καὶ σὺ, ἵνα τὸν Θεὸν ἐπισπάσῃ· Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Οὐχ ὁρᾷς ἐν ταῖς οἰκίαις ταῖς λαμπραῖς τοὺς ἠτιμωμένους, πῶς οὐδὲ τῶν ἐλαττόνων οἰκετῶν ὑβριζόντων αὐτοὺς οὐκ ἀντιλέγουσιν, ἀλλὰ φέρουσι διὰ τὴν ἀτιμίαν, ᾗ περιέβαλεν αὐτοὺς ἡ ἁμαρτία; Οὕτω καὶ σὺ ποίει· κἂν λοιδορήσῃ σέ τις, μὴ ἀγριάνῃς, ἀλλὰ στέναξον, μὴ ἐπὶ τῇ ὕβρει, ἀλλ' ἐπὶ τῇ ἁμαρτίᾳ τῇ σε εἰς ἀτιμίαν ἐμβαλούσῃ. Στέναξον ὅταν ἁμάρτῃς, μὴ ὅτι κολάζεσθαι μέλλεις· τοῦτο γὰρ οὐδέν· ἀλλ' ὅτι προσέκρουσάς σου τῷ Δεσπότῃ τῷ οὕτως ἡμέρῳ, τῷ οὕτω σε φιλοῦντι καὶ ἐκκρεμαμένῳ τῆς σωτηρίας τῆς σῆς, ὡς καὶ τὸν Υἱὸν ἐπιδοῦναι ὑπὲρ σοῦ. Διὰ ταῦτα στέναξον, καὶ τοῦτο ποίει διηνεκῶς· τοῦτο γὰρ ἐξομολόγησις. Μὴ νῦν μὲν φαιδρὸς, αὔριον δὲ σκυθρωπὸς, εἶτα φαιδρὸς, ἀλλὰ διαπαντὸς μένε ἐν τῷ πενθεῖν καὶ συντρίβειν σαυτόν. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, τουτέστιν, οἱ διηνεκῶς τοῦτο ποιοῦντες. Μένε τοῦτο ποιῶν διηνεκῶς, καὶ σαυτῷ προσέχων, καὶ συντρίβων σου τὴν καρδίαν, ὡς ἄν τις γνήσιον υἱὸν ἀποβαλὼν πενθοίη. Διαῤῥήξατε, φησὶ, τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Τὸ δὲ διεῤῥωγὸς οὐκ ἂν ἐπαρθείη· τὸ συντετριμμένον οὐκ ἂν ἐξανασταίη. Διὰ τοῦτο ὁ μὲν λέγει, Διαῤῥήξατε, ὁ δὲ λέγει, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Κἂν σοφὸς ᾖς, κἂν πλούσιος, κἂν δυνάστης, διάῤῥηξον τὴν καρδίαν, μὴ ἀφῇς αὐτὴν μέγα φρονεῖν μηδὲ φυσᾶσθαι. Τὸ γὰρ διεῤῥωγὸς οὐ φυσᾶται, κἂν ᾖ τι τὸ ἐπαῖρον, οὐ δύναται στέγειν τὸ φύσημα τῷ διεῤῥῆχθαι. Οὕτω καὶ σὺ ταπεινοφρόνησον· ἐννόησον ὅτι τελώνης ἀπὸ ῥήματος ἑνὸς ἐδικαιώθη· καίτοι γε οὐδὲ ταπεινοφροσύνη ἐκεῖνο ἦν, ἀλλ' ὁμολογία ἀληθής. Εἰ δὲ τοῦτο τοσαύτην ἔχει ἰσχὺν, πόσῳ μᾶλλον ταπεινοφροσύνη; Ἄφες ἁμαρτήματα τοῖς πεπλημμεληκόσιν εἰς σέ· καὶ γὰρ καὶ τοῦτο ἁμαρτίας ἀφίησι. Καὶ περὶ μὲν τοῦ προτέρου φησὶν, Εἶδον ὅτι ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ· καὶ ἐπὶ τοῦ Ἀχαὰβ δὲ τοῦτο τὴν ὀργὴν ἔλυσε τοῦ Θεοῦ· περὶ δὲ τοῦ δευτέρου, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Ἔστι καὶ πάλιν ἄλλη ὁδὸς τοῦτο φέρουσα τὸ φάρμακον ἡμῖν, ἡ κατάγνωσις τῶν πεπλημμελημένων· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ τὸ κακῶς πάσχοντα εὐχαριστεῖν λύει τὰ ἁμαρτήματα, καὶ ἡ πασῶν μείζων ἐλεημοσύνη. Ἀρίθμει τοίνυν τὰ φάρμακα τὰ ἰώμενά σου τὰ τραύματα, καὶ πάντα ἐπιτίθει συνεχῶς, ταπεινοφροσύνην, ἐξομολόγησιν, τὸ μὴ μνησικακεῖν, τὸ πάσχοντα κακῶς εὐχαριστεῖν, τὸ ἐλεεῖν διὰ χρημάτων, διὰ πραγμάτων, τὸ εὔχεσθαι καρτερικῶς. Οὕτως ἡ χήρα τὸν ὠμὸν καὶ ἀπηνῆ ἐξιλεώσατο δικαστήν. Εἰ δὲ ἐκείνη τὸν ἄδικον, πολλῷ μᾶλλον σὺ τὸν ἥμερον. Ἔστι καὶ ἑτέρα μετὰ τούτων ὁδὸς, τὸ προΐστασθαι τῶν ἀδικουμένων· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, καὶ ἐὰν ὦσι αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἰ τοσαύτας ἔχοντες ὁδοὺς εἰς τὸν οὐρανὸν ἀναγούσας, καὶ τοιαῦτα φάρμακα ἰώμενα τὰ τραύματα, καὶ μετὰ τὸ λουτρὸν τοῖς αὐτοῖς ἐπιμένομεν; Μὴ τοίνυν ἐπιμένωμεν, ἀλλ' οἱ μὲν μηδέπω πεσόντες, ἐν τῷ οἰκείῳ μενέτωσαν κάλλει, μᾶλλον δὲ ἐπιπλέον ἀσκείτωσαν τοῦτο· κἂν γὰρ μὴ εὕρῃ ἁμαρτήματα, ταυτὶ τὰ κατορθώματα πλείονα ποιεῖ τὴν εὐμορφίαν· ἡμεῖς δὲ οἱ πολλὰ πεπλημμεληκότες, εἰς τὴν τῶν ἁμαρτημάτων διόρθωσιν χρησώμεθα τοῖς εἰρημένοις, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πολλῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.