# In epistulam ii ad Corinthios (homiliae 1-30) 6.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/6.1-5

Ὅταν γὰρ ἴδῃς γυναῖκα ὡραίαν, μὴ τοῦτο σκόπει ὅπως ἀπολαύσῃς τῆς ἐπιθυμίας, ἀλλὰ πῶς ἀπαλλαγῇς τῆς ἐπιθυμίας. Καὶ πῶς τοῦτο ἔνι, φησίν; οὐ γάρ ἐστι τὸ ἐρᾷν ἐμόν. Ἀλλὰ τίνος, εἰπέ μοι; Τῆς τοῦ δαίμονος ἐπηρείας. Ὅλως δαίμονα εἶναι νομίζεις τὸ ἐπιβουλεῦον; Οὐκοῦν πύκτευε καὶ μάχου νοσήματι. Ἀλλ' οὐ δύναμαι, φησί. Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξομεν, ὅτι τῆς σῆς ῥᾳθυμίας τὸ γινόμενον, καὶ ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίμονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, μετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας. Εἰπὲ γάρ μοι, οἱ μοιχεύοντες, ἐρῶντες μοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυμοῦντες; Εὔδηλον ὅτι ἐρῶντες. Ἆρ' οὖν συγγνώμης τυγχάνουσιν; Οὐδαμῶς. Τί δήποτε; Ὅτι αὐτῶν ἐστι τὸ ἁμάρτημα. Ἀλλὰ τί μοι συλλογισμοὺς πλέκεις, φησίν; ἐγὼ σύνοιδα ἐμαυτῷ βουλόμενος ἀποκρούσασθαι τὸ πάθος, καὶ οὐκ ἰσχύω, ἀλλ' ἐφέστηκε καὶ πιέζει καὶ ὀδυνᾷ χαλεπῶς. Βούλει μὲν ἀποκρούσασθαι, ἄνθρωπε, οὐ ποιεῖς δὲ ἃ τῶν ἀποκρουομένων ἐστίν· ἀλλὰ ταὐτὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐμφορούμενος ναμάτων, λέγοι· Πόσα ἐπινοῶ βουλόμενος σβέσαι τὸν πυρετὸν καὶ οὐκ ἰσχύω, ἀλλὰ μᾶλλόν μου τὴν φλόγα ἀνάπτω; Ἴδωμεν οὖν μήποτε καὶ σὺ τὰ μὲν ἐκκαίοντα ποιεῖς, νομίζεις δὲ ἐπινοεῖν τὰ σβεννύντα. Οὒ, φησίν. Εἰπὲ οὖν, τί ποτε ἐπεχείρησας ποιῆσαι πρὸς τὸ σβέσαι τὸ πάθος; τί δέ ἐστιν ὅλως τοῦ πάθους αὐξητικόν; Εἰ γὰρ καὶ μὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήμασι τούτοις ἐσμὲν (πλείους γὰρ ἂν εὕροιμεν τῷ τῶν χρημάτων, ἢ τῷ τῶν σωμάτων ἁλισκομένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρμακον, καὶ τούτοις κἀκείνοις. Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ' οὗτος ἐκείνου δριμύτερος καὶ ὀξύτερος. Ὅταν οὖν τοῦ μείζονος περιγενώμεθα, εὔδηλον ὅτι καὶ τὸν ἐλάττω ῥᾳδίως αἱρήσομεν. Καὶ πῶς, εἰ δριμύτερος οὗτος, φησὶν, οὐ πάντες ἁλίσκονται τῷ κακῷ, ἀλλ' οἱ πλείους περὶ χρήματα μεμήνασιν; Ὅτι πρῶτον μὲν ἀκίνδυνος αὕτη εἶναι δοκεῖ ἡ ἐπιθυμία· ἔπειτα, εἰ καὶ ὀξυτέρα ἐστὶν ἡ τῶν σωμάτων, ἀλλὰ θᾶττον ἐκείνη σβέννυται· ὡς εἴ γε παρέμενεν, ὡς ἡ τῶν χρημάτων, κἂν ἀπώλεσε τὸν ἁλόντα ἄρδην. Φέρε οὖν, περὶ τούτου ὑμῖν διαλεχθῶμεν, τοῦ τῶν σωμάτων, καὶ ἴδωμεν πόθεν αὔξεται τὸ κακόν· οὕτω γὰρ εἰσόμεθα, εἴτε ἡμέτερον τοῦτο ἔγκλημα, εἴτε οὐχ ἡμέτερον· καὶ εἰ μὲν ἡμέτερον, πάντα πράξωμεν, ὥστε περιγενέσθαι· εἰ δὲ οὐχ ἡμέτερον, τί μάτην κόπτομεν ἑαυτούς; τί δὲ οὐ συγγινώσκομεν, ἀλλ' ἐγκαλοῦμεν τοῖς ἁλισκομένοις; Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως; Ἀπὸ εὐμορφίας προσώπου, φησὶν, ὅταν καλὴ καὶ εὐειδὴς ἡ τιτρώσκουσα ᾖ. Εἰκῆ ταῦτα λέγεις καὶ μάτην. Εἰ γὰρ τῆς εὐμορφίας τὸ ἐραστὰς ἐπισπάσασθαι, πάντας ἂν ἔσχεν ἐραστὰς ἡ τοιαύτη κόρη· εἰ δὲ οὐ πάντας ἔχει, οὐ τῆς φύσεως τοῦτο, οὐδὲ ἐξ εὐμορφίας, ἀλλ' ἐξ ἀκολάστων ὀφθαλμῶν· ὅταν γὰρ ἰδὼν περιέργως θαυμάσῃς καὶ ἐρασθῇς, ἐδέξω τὸ βέλος. Καὶ τίς ἂν δύναιτο καλὴν γυναῖκα ὁρῶν, μὴ ἐπαινέσαι τὴν ὁρωμένην; φησίν. Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡμῶν τὸ τὰ τοιαῦτα θαυμάζειν, οὐκ ἐν ἡμῖν ἄρα ὁ ἔρως. Ἐπίσχες, ἄνθρωπε. Τί πάντα φύρεις ὁμοῦ, πανταχοῦ περιτρέχων, καὶ τοῦ κακοῦ τὴν ῥίζαν οὐκ ἐθέλων ἰδεῖν; καὶ γὰρ πολλοὺς ὁρῶ θαυμάζοντας καὶ ἐπαινοῦντας, οὐκ ἐρῶντας δέ. Καὶ πῶς ἔνι θαυμάζοντας μὴ ἐρᾷν; Μὴ θορύβει· τοῦτο γὰρ ἔρχομαι εἰπεῖν· ἀλλ' ἀνάμεινον, καὶ ἀκούσῃ τοῦ Μωϋσέως θαυμάζοντος τὸν παῖδα τοῦ Ἰακὼβ, καὶ λέγοντος· Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Ἆρα οὖν ἤρα ὁ ταῦτα λέγων; Οὐδαμῶς. Οὐδὲ γὰρ ἑώρα, φησὶ, τὸν ἐπαινούμενον. Ἀλλὰ καὶ πρὸς τὰ ἀκουόμενα κάλλη πάσχομέν τι τοιοῦτον, οὐ πρὸς τὰ ὁρώμενα μόνον. Ἵνα δὲ μὴ φιλονεικῇς ἡμῖν ἐν τούτοις, ὁ Δαυῒδ οὐκ ἦν ὡραῖος σφόδρα, καὶ ὑπέρυθρος μετὰ κάλλους ὀφθαλμῶν; ὃ δὴ μάλιστά ἐστι τυραννικώτερον μέρος τῆς εὐμορφίας, τῶν ὀφθαλμῶν τὸ κάλλος. Ἆρ' οὖν ἠράσθη τις αὐτοῦ; Οὐδαμῶς. Οὐκ ἄρα μετὰ τοῦ θαυμάζειν καὶ τὸ ἐρᾷν γίνεται. Καὶ γὰρ καὶ μητέρας ἔσχον πολλοὶ σφόδρα ἀνθούσας τῇ τοῦ σώματος ὥρᾳ. Τί οὖν; ἠράσθησαν αὐτῶν οἱ παῖδες; Ἄπαγε· ἀλλὰ θαυμάζουσι μὲν τὸ ὁρώμενον, οὐκ ἐμπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν. Πάλιν γὰρ τῆς φύσεως τὸ κατόρθωμά ἐστι. Ποίας φύσεως, εἰπέ μοι; Ὅτι μητέρες εἰσὶ, φησίν. Εἶτα οὐκ ἀκούεις, ὅτι Πέρσαι, μηδενὸς καταναγκάζοντος, ταῖς αὐτῶν μίγνυνται μητράσι, καὶ οὐχ εἷς οὐδὲ δεύτερος, ἀλλ' ὁλόκληρον ἔθνος; Χωρὶς δὲ τούτων, κἀκεῖθεν δῆλον, ὅτι τὸ νόσημα τοῦτο οὐ τῆς ὥρας τοῦ σώματος, οὐδὲ τῆς εὐμορφίας ἐστὶν ἁπλῶς, ἀλλὰ τῆς ῥᾳθύμου καὶ πλανωμένης ψυχῆς. Πολλοὶ γοῦν πολλάκις μυρίας εὐπρεπεῖς παραδραμόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς· ὅθεν δῆλον ὅτι οὐ τῆς εὐμορφίας τὸ ἐρᾷν· ἢ γὰρ ἂν εἷλον ἐκεῖναι πρὸ τούτων τοὺς ἐμπεσόντας. Τί οὖν τὸ αἴτιον; εἰ γὰρ μὴ τῆς εὐμορφίας τὸ ἐρᾷν, πόθεν ἔχει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, φησίν; Ἀπὸ δαίμονος πονηροῦ; Ἔχει μὲν καὶ ἐκεῖθεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' εἰ μὴ καὶ ἡμεῖς αἴτιοι. Οὐ γὰρ ἐκείνων μόνον ἡ ἐπιβουλὴ, ἀλλὰ μετ' ἐκείνων καὶ ἡμῶν πρώτων. Οὐδαμόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσημα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥημάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ μηδὲν ἔχειν ποιεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
