# In epistulam ii ad Corinthios (homiliae 1-30) 6.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/6.1-7

Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόμενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεμάν· εἰ γὰρ καὶ μὴ ἥρπασεν, ἀλλὰ τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε μετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο μόνον πολλάκις ἵλεων τὸν Θεὸν ἐποίησε· κἂν ὁ πάσχων κακῶς ἀνάξιος ᾖ βοηθείας, ὅταν μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον. Διὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ μὲν παρέδωκα αὐτοὺς εἰς ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά· διὰ τοῦτο τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιάζεσθαι καὶ πλεονεκτεῖν. Τί δήποτε; Ὅτι σφόδρα εὔκολον ταύτης ἀπέχεσθαι τῆς ἁμαρτίας. Οὐ γάρ ἐστι φυσικὴ ἐνοχλοῦσα ἐπιθυμία, ἀλλὰ ἀπὸ ῥᾳθυμίας γίνεται. Πῶς οὖν ῥίζαν κακῶν αὐτὴν ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ' ἡμᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος. Καὶ, εἰ βούλεσθε, ποιησώμεθα σύγκρισιν, καὶ ἴδωμεν ποῖον τυραννικώτερον, χρημάτων ἢ σωμάτων ἐπιθυμία· ὃ γὰρ ἂν εὑρεθείη μεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον. Οὐκοῦν ἴδωμεν τίνα μέγαν κατέσχε χρημάτων ἐπιθυμία. Οὐδένα, ἀλλὰ οἰκτροὺς σφόδρα καὶ ἀπεῤῥιμ[μ]ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυμία δὲ σωμάτων τοῦ μεγάλου προφήτου περιεγένετο τοῦ Δαυΐδ. Καὶ ταῦτα λέγω, οὐ συγγνώμην διδοὺς τοῖς ὑπὸ ἐπιθυμίας τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω μέγα τὸ πάθος, τότε μάλιστα αὐτοὺς δείκνυμι συγγνώμης ἁπάσης ἀπεστερημένους. Εἰ μὲν γὰρ ἠγνόεις τὸ θηρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐμπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν τινά. Μετὰ δὲ τοῦτον, τὸν τούτου παῖδα μετὰ πλείονος εἷλεν ὑπερβολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν. Καὶ ὁ μὲν πατὴρ ἀνέστη, καὶ ἀνεμαχήσατο τὴν πάλην, καὶ πάλιν ἐστεφανώθη· οὗτος δὲ οὐδὲν τοιοῦτον ἐπεδείξατο. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κρεῖσσόν ἐστι γαμῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Περὶ δὲ χρημάτων οὐχ οὕτως, ἀλλ', Ὃς ἀφῆκε τὰ ὑπάρχοντα αὑτοῦ, ἑκατονταπλασίονα λήψεται. Πῶς οὖν, φησὶ, περὶ τῶν πλουτούντων εἶπεν, ὅτι δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης μὲν γὰρ ἀπάγει τῆς ἐπιθυμίας λέγων, Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν μόνον διαλύσας, καὶ τοῦτο συμφώνως, πάλιν ἐπὶ τὸ συνέρχεσθαι συμβουλεύει. Δέδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας, μήποτε ναυάγιον ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι μὲν γὰρ οὐκ ἔνι, μηδενὸς ὄντος τοῦ παροξύνοντος· ἐπιθυμεῖν δὲ ἀνάγκη, καὶ τῆς ὄψεως τῆς εἰς τοῦτο κινούσης μὴ φαινομένης. Διὸ ταύτην μὲν οὐκ ἐξέκοψε καθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ' αὐτὴν ἐπιθυμίαν ἀνεῖλεν, ἀλλὰ τὴν ἄδικον· Διὰ γὰρ τὰς ἐπιθυμίας, φησὶν, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε μὴ εἰκῆ συνεχώρησε. Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη· ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων ὀργή· ἐπιθυμία δὲ χρημάτων οὐδαμῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, τοσούτῳ μᾶλλον τὰ αἴσχιστα πείσῃ. Διὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν, λέγων, Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε; Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φησίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συμφέρον ὑμῖν λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω· ὅταν δὲ περὶ χρημάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσματα καὶ τροφὴν, τούτοις ἀρκεσθησόμεθα. Πῶς οὖν, φησὶ, τούτῳ μᾶλλον ἁλίσκονται πολλοί; Ὅτι οὐχ οὕτως εἰσὶ πρὸς αὐτὸ παραταττόμενοι, ὡς πρὸς ἀσέλγειαν καὶ πορνείαν· ὡς εἴ γε ὁμοίως ἐδόκει εἶναι δεινὸν, οὐκ ἂν ταχέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναι τοῦ νυμφῶνος ἐξεβλήθησαν, ἐπειδὴ τὸν μείζονα ἀνταγωνιστὴν καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶ μηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυμίας κρατῶν, ὑπὸ χρημάτων νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁμοίως εἰσὶ κατωφερεῖς. Ταῦτ' οὖν εἰδότες, καὶ τὸ ὑπόδειγμα τῶν παρθένων συνεχῶς παρ' ἑαυτοῖς στρέφοντες, φεύγωμεν τὸ πονηρὸν τοῦτο θηρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο μετὰ μυρίους πόνους καὶ ἱδρῶτας ἐκεῖναι διὰ τὴν φιλαργυρίαν· τίς ἡμᾶς ἐξαιρήσεται, εἰ τούτῳ περιπέσοιμεν τῷ πάθει; Διὸ παρακαλῶ πάντα ποιεῖν μήτε ἁλῶναι, μήτε ἁλόντας ἐναπομεῖναι, ἀλλὰ καὶ διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσμά. Οὕτω γὰρ δυνησόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
