# In epistulam ii ad Corinthios (homiliae 1-30) 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΔΕΥΤΕΡΑΝ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλή- σεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-corinthios-homiliae-1-30/6.1

Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἄνθρωπον ὄντα, φησίν; Ἂν ἐννοήσῃς πῶς ὁ πατριάρχης, πῶς ὁ Ἰὼβ, ἄνθρωποι ὄντες οἱ ἀμφότεροι, οὐδὲν τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόμου καὶ χάριτος καὶ τῆς τοσαύτης τῶν νόμων φιλοσοφίας ἑκάτερος αὐτῶν γενόμενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκ ἀπώλεσας τὸν υἱὸν, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦμαι πατήρ. Διὰ τί γὰρ οὐκέτι καλῇ τοῦ υἱοῦ μένοντος; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; Μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες. Διὰ τοῦτο οὐκέτι ἐνταῦθα μόνον καλῇ πατὴρ, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ· ὥστε οὐ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ' ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε. Οὐδὲ γὰρ, εἰ ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Μὴ δὴ τῇ ὄψει τοῦ κειμένου πρόσεχε, ἐπεὶ ἀναῤῥιπίζεις τὸ πάθος, ἀλλ' ἄπαγε τὴν διάνοιαν ἀπὸ τοῦ κειμένου πρὸς τὸν οὐρανόν. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς ὕψος ἄπειρον. Ὅταν τοίνυν ἴδῃς τοὺς ὀφθαλμοὺς καθῃρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι τοῦτο τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν, ἀλλ' εἰς φθορὰν πάντα οἴχεται· μὴ ταῦτα λέγε, ἀλλὰ τἀναντία τούτων, ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλμοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι. Εἰ δὲ λυπεῖ σε τὰ ὁρώμενα, τέως εἰπὲ πρὸς ἑαυτόν· Ἱμάτιον τοῦτό ἐστι, καὶ ἀπεδύσατο, ὥστε αὐτὸ πολυτελέστερον ἀπολαβεῖν· οἰκία αὕτη ἐστὶ, καὶ καθῃρέθη, ὥστε γενέσθαι αὐτὴν φαιδροτέραν. Καθάπερ γὰρ ἡμεῖς, ἐπειδὰν μέλλωμεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεμεν τοὺς ἔνδον οἰκοῦντας μένειν, ἀλλ' ὥστε ἀπαλλαγῆναι τῆς κόνεως καὶ τοῦ θορύβου, [ἀλλὰ] κελεύσαντες πρὸς βραχὺ μεταστῆναι, ἐπειδὰν κατασκευάσωμεν ἀσφαλὲς τὸ δωμάτιον, τότε αὐτοὺς μετὰ ἀδείας εἰσάγομεν· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, καθελὼν αὐτοῦ τὴν σαθρὰν σκηνὴν, τέως εἰς τὴν πατρικὴν αὐτὸν ἔλαβεν οἰκίαν καὶ πρὸς ἑαυτὸν, ἵν' ὅταν καθαιρεθῇ αὕτη καὶ οἰκοδομηθῇ, λαμπροτέραν αὐτὴν τότε αὐτῷ ἀποδῷ. Μὴ τοίνυν εἴπῃς, ὅτι Ἀπόλωλε καὶ οὐκέτι ἔσται· καὶ γὰρ ἀπίστων τὰ ῥήματα ταῦτα· ἀλλ' εἰπὲ, Καθεύδει καὶ ἀναστήσεται, ἀπεδήμησε καὶ ἥξει μετὰ τοῦ Βασιλέως. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Εἰ γὰρ πι στεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Εἰ τοίνυν ζητεῖς τὸν υἱὸν, ἐκεῖ ζήτει ἔνθα ὁ Βασιλεὺς, ἔνθα τὸ τῶν ἀγγέλων στρατόπεδον· μὴ ἐν τῷ τάφῳ μηδὲ ἐν τῇ γῇ, ἵνα μὴ, ἐκείνου τοσοῦτον ὑψωθέντος, αὐτὸς μένῃς ἐπὶ τῆς γῆς συρόμενος. Ἂν τοίνυν οὕτω φιλοσοφῶμεν, πᾶσαν τοιαύτην ὀδύνην εὐκόλως διακρουσόμεθα. Ὁ δὲ Θεὸς τῶν οἰκτιρμῶν καὶ Πατὴρ πάσης παρακλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡμῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωμένων, καὶ τῶν ἑτέρᾳ λύπῃ κατεχομένων, καὶ ἀθυμίας ἀπαλλαγῆναι δῴη πάσης, καὶ πνευματικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg157.local001/.
