Ancient Greek
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 7.1-2
Not analysed yet
Τί γὰρ ἔλειπεν, εἰπέ μοι, τῇ ἀριστείᾳ ταύτῃ λοιπόν; μὴ γὰρ προῄδει τὸ μέλλον ὁ Ἀβραάμ; μὴ γὰρ ἐπραγματεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει μαθεῖν, ὅτι ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, ἀπὸ τῆς μήτρας πολλῷ θαυμαστότερον τοῦτο ἔμαθε· μᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ μὴ θαύμαζε τὸν δίκαιον μόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα· ἀλλὰ ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφάδες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειματοῦσαι, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος ὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες. Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ καὶ μὴ πατέρες ὄντες, καὶ ἐδάκρυσαν, εἰ μὴ τὸ τέλος ᾔδεισαν· πολλοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν; τίς ἡ σύνεσις τῶν ῥημάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν, ὁ διάβολος, ὥστε ἐμπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο, ἀλλ' ὁ Θεὸς, ἵνα μᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν μὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συμβουλή· οὗτος δὲ οὐδὲν βλάσφημον φθέγγεται, ἀλλὰ καὶ σφόδρα εὐσεβὲς καὶ μεμεριμνημένον· καὶ πολλὴ ἡ χάρις ἐπήνθει τοῖς ῥήμασι, πολὺ τὸ μέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γαλήνης καὶ ἡμέρου ῥέον ψυχῆς· καὶ λιθίνην ἱκανὰ ταῦτα ἦν μαλάξαι διάνοιαν τὰ ῥήματα. Ἀλλ' οὐ τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ' οὐδὲ ἔσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόμενος ἁπλῶς οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἀγωνιῶν ὑπὲρ τῶν προκειμένων. Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινομένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε. Διὰ δὴ τοῦτο καὶ ὅτε μόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν λεγομένων· τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερμάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, μεθ' ἧς καὶ συμποδιζόμενος καὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέμενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, μᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων Δεσπότης; Καὶ γὰρ ἐκείνου ἐμιμεῖτο τὴν ἐπιείκειαν, καὶ τὸν τύπον ἐφύλαττεν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ Δεσπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος; Τουτέστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥμερα καὶ προσηνῆ, καὶ μᾶλλον τῆς σιγῆς τὰ ῥήματα τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; καὶ τὴν ἐπιείκειαν μᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος τῷ πατρὶ ἀπὸ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐκεῖνος ἀπὸ τοῦ σταυροῦ διαλέγεται, Πάτερ, ἄφες αὐτοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν ὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος Πατέρα, καὶ τέκνον οὗτος. Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ· ἡ γὰρ φιλοσοφία πάντων κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Εἶδες τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πόσων πολέμων ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισμοὶ τούτων πάντοθεν αὐτὸν περικαθήμενοι· ἀλλ' ὅμως ἁπάντων περιεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγμα. Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ μάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀμφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ τὴν θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖδα, προσήνεγκε καὶ πρόβατον, μᾶλλον δὲ πρὸ πάντων, τὴν ἑαυτοῦ γνώμην· καὶ τῷ μὲν αἵματι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν. Οὕτως ἐχειροτονήθη ἱερεὺς, αἵματι μονογενοῦς, θυσίᾳ ἀμνοῦ. Καὶ γὰρ καὶ οἱ ἱερεῖς αἵματι ἡγιάζοντο τῶν ἱερείων τῶν τῷ Θεῷ προσαγομένων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας· ἱερεὺς δὲ, ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶμα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνομεν αὐτῷ, φησὶ, καὶ συζήσομεν αὐτῷ· προφήτης δὲ, τὰ μέλλοντα μανθάνων, καὶ ἔνθους γινόμενος καὶ σφραγισάμενος. Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται· κἂν λειποτακτήσῃς, κατάδηλος γίνῃ πᾶσιν. Ἰουδαῖοι μὲν γὰρ εἶχον σφραγῖδα τὴν περιτομὴν, ἡμεῖς δὲ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώμεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.