Ancient Greek
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Corinthios (homiliae 1-30) 7.1-3
Not analysed yet
Μεγάλη γὰρ, μεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι. Εἰ δὲ συνήθεια τὸ τίκτειν αὐτὴν, εὔδηλον ὅτι καὶ τὸ σβεννύναι. Πολλοὶ γοῦν ἐρῶντες οὕτως ἐπαύσαντο, μὴ ὁρωμένων τῶν ἐρωμένων. Τοῦτο δὲ πρὸς βραχὺ μὲν δοκεῖ πικρὸν εἶναι, καὶ σφόδρα ἀηδές· τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος. Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ; Κἀνταῦθα ἀργία τοῦ σώματος, ἢ τρυφὴ, καὶ τὸ μὴ φροντίζειν τῶν προσηκόντων, μηδὲ ἐν ἀναγκαίοις εἶναι πράγμασι. Καθάπερ γὰρ πλάνος τις ὁ τοιοῦτος περιερχόμενος, παντὶ περιπείρεται πονηρῷ· καὶ καθάπερ παιδίον ἄφετον, ὁ βουλόμενος ἀνδραποδίζει τὴν τοιαύτην ψυχήν. Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν. Καθάπερ ἡ γῆ, ὅταν μὴ σπείρηται μηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι. Καὶ ὥσπερ ὀφθαλμὸς τοῦ μὲν ὁρᾷν οὐ παύεται, καὶ διὰ τοῦτο ὄψεται πονηρὰ, ὅταν ἀγαθὰ μὴ ᾖ ὑποκείμενα· οὕτω καὶ ὁ λογισμὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν· ἐπεὶ ὅτι καὶ τὴν πρώτην προσβολὴν δύναται ἀποκρούσασθαι ἀσχολία καὶ φροντὶς, πολλαχόθεν δῆλον. Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, μηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσομαι μηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυμίας ἑλκόμενος, φησίν; Ἑτέροις σεαυτὸν δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουμένων, εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶ τῶν μελλόντων· τοιούτοις κατάδησον τὴν ψυχήν. Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ μόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόμενον ἀποτρίψῃ ῥᾳδίως. Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιμίαν, πῶς οὐ πολλῷ μᾶλλον αἱ πνευματικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, μόνον ἂν ἐθέλωμεν ἀποστῆναι; Ἂν δὲ ἀεὶ προσομιλῶμεν καὶ συναναστρεφώμεθα ταῖς τοξευούσαις ἡμᾶς τὰ τοιαῦτα τοξεύματα, καὶ λέγοντες καὶ ἀκούοντες τὰ παρ' ἐκείνων, τρέφομεν τὸ νόσημα. Πῶς οὖν ἀξιοῖς σβεσθῆναι τὸ πῦρ, καθ' ἑκάστην ἡμέραν τὴν φλόγα ἀνάπτων; Καὶ ταῦτα μὲν ἡμῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω· ὡς τοῖς γε ἀνδράσι, καὶ φιλοσοφεῖν ἐπισταμένοις, πάντων μείζων ὁ τοῦ Θεοῦ φόβος, ἡ τῆς γεέννης μνήμη, ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιθυμία· ἱκανὰ γὰρ ταῦτα σβέσαι τὸ πῦρ. Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώμενον, ἢ φλέγμα καὶ αἷμα καὶ τροφῆς διασεσηπυίας χυμός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ' οὐδὲν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς φαιδρότερον· ἀλλὰ καὶ ταῦτα σήπεται καὶ μαραίνεται. Μὴ τοίνυν μηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε· ἀλλ' ἐνδότερον διάβηθι τῷ λογισμῷ, καὶ τὸ δέρμα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισμῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείμενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶμα ἀποστίλβει λαμπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειμένου χυμοῦ πληττόμενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάμεθα. Ἀλλ' ὑγρὸς ὁ ὀφθαλμὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταμένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥμερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄμμα. Ἀλλ' ὅρα ὅτι αὐτὸ τοῦτο πάλιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑμένες καὶ ἀρτηρίαι. Σὺ δέ μοι τὸν καλὸν τοῦτον ὀφθαλμὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυμίας μαραινόμενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέως ἀπόλλυται, καὶ τῶν γεγραμμένων τάχιον ἀφανίζεται. Ἀπὸ τούτων μετάγαγε τὴν διάνοιαν ἐπὶ τὸ κάλλος τὸ ἀληθινόν. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, κάλλος ψυχῆς. Ἀλλ' ἂν ἐθέλῃς, ὄψει· καὶ ὥσπερ τοὺς ἀπόντας καλοὺς ἔστιν ὀφθαλμοῖς μὴ ἰδόντα τῷ νῷ θαυμάσαι· οὕτω δυνατὸν ψυχῆς κάλλος χωρὶς ὀφθαλμῶν ἰδεῖν. Οὐχ ὑπέγραψας πολλάκις μορφὴν εὐειδῆ, καὶ ἔπαθές τι πρὸς τὴν διάπλασιν; Ἀνατύπωσον καὶ νῦν ψυχῆς κάλλος, καὶ ἐντρύφα τῇ εὐμορφίᾳ. Ἀλλ' οὐχ ὁρῶ, φησὶν, ἀσώματα. Καὶ μὴν τῶν σωμάτων αὐτὰ μᾶλλον ὁρῶμεν τῷ νῷ. Διὰ τοῦτο γοῦν θαυμάζομεν καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καίτοι γε μὴ ὁρῶντες, καὶ τρόπων ἤθη καὶ ψυχῆς ἀρετήν. Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ μέτριον, μᾶλλον θαυμάσῃ τοῦτον ἢ ἐκείνην τὴν εὔμορφον ὄψιν· κἂν ἴδῃς ὑβριζόμενον, καὶ φέροντα ἀδικούμενον, μετὰ τοῦ θαυμάζειν ἔρα τῶν τοιούτων, κἂν γεγηρακότες ὦσι. Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε μαραίνεται, ἀλλ' ἀνθεῖ διηνεκῶς. Ἵν' οὖν καὶ αὐτοὶ τοῦτο κτησώμεθα, τοὺς ἔχοντας αὐτὸ θηρῶμεν, καὶ ἐρασταὶ τούτων γινώμεθα. Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόμεθα, ταύτην λαβόντες τὴν εὐμορφίαν, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.