# In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5), Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-thessalonicenses-homiliae-1-5/4.1-4

Τὸ δὲ αἴτιον, καὶ πόθεν ἦν τοῦτο φοβερὸν τότε· ἐπειδὴ καὶ τὸ εἶναι μετ' αὐτῶν μέγα ἀγαθὸν αὐτοῖς ἐνομίζετο. Καθάπερ γὰρ οἰκίαν μίαν οἰκοῦντες, καὶ ὑπὸ πατέρα ἕνα ὄντες, καὶ μιᾶς τραπέζης μετέχοντες, οὕτως ᾤκουν τότε καθ' ἑκάστην Ἐκκλησίαν. Τὸ τοίνυν τοσαύτης ἐκπεσεῖν ἀγάπης, πόσον κακὸν ἦν; Νῦν δὲ οὐδὲ εἶναι μέγα δοκεῖ, διὰ τὸ μηδὲ μέγα τι νομίζεσθαι, ὅταν μετ' ἀλλήλων ὦμεν. Ὅπερ ἐν τάξει τιμωρίας ἦν τότε, τοῦτο διὰ τὴν πολλὴν ψύξιν τῆς ἀγάπης καὶ χωρὶς τιμωρίας γίνεται νῦν, καὶ στελλόμεθα ἀπ' ἀλλήλων εἰκῆ, καὶ ἀπὸ ψυχρότητος. Τὸ γὰρ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἶναι ἀγάπην· τοῦτο πάντα διέλυσε καὶ ἠφάνισε τὰ σεμνὰ καὶ λαμπρὰ τῆς Ἐκκλησίας, ἐφ' οἷς ἀγάλλεσθαι ἔδει. Μεγάλη διδασκάλου παῤῥησία, ὅταν ἐκ τῶν οἰκείων κατορθωμάτων ἔχῃ τοῖς μαθηταῖς ἐπιτιμᾷν. Διὸ καὶ Παῦλος ἔλεγεν· Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· καὶ τοῦ βίου μᾶλλον ὀφείλει διδάσκαλος εἶναι, ἢ τοῦ λόγου. Μηδεὶς δὲ νομιζέτω τοῦτο μεγαληγορίας εἶναι· εἰς γὰρ ἀνάγκην καταστὰς τοῦτο ἐφθέγξατο, καὶ πρὸς τὸ κοινῇ χρήσιμον. Ὅτι οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν. Ἀπὸ τούτου οὐχ ὁρᾷς τὴν ταπεινοφροσύνην, ἢν δωρεὰν καλεῖ καὶ εὐταξίαν; Οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν. Δείκνυσιν ἐνταῦθα καὶ πένητας αὐτοὺς ἴσως ὄντας. Καὶ μή μοι εἴπῃς, Ἀλλ' οὐ πάντες πένητες ἦσαν· περὶ γὰρ πενήτων καὶ τῶν οὐκ ἄλλως τῆς ἀναγκαίας εὐπορούντων τροφῆς, ἢ ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας διαλέγεται. Οὐ γὰρ εἶπεν, Ἵνα ἀπὸ πατέρων ἔχωσιν, ἀλλ', Ἵνα ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Εἰ γὰρ ὁ κήρυξ ἐγὼ, φησὶ, τοῦ λόγου τῆς διδασκαλίας ἐφοβήθην βαρῆσαι ὑμᾶς, πολλῷ μᾶλλον ὁ μηδὲν ὑμᾶς ὠφελῶν. Τοῦτο γὰρ ὄντως βάρος ἐστί. Βάρος δέ ἐστιν, ὅταν τις μὴ μετὰ προθυμίας πολλῆς διδῷ. Ἀλλ' οὐ τοῦτο αἰνίττεται, ἀλλ' ὡς οὐκ ἐχόντων εὐκόλως. Διὰ τί γὰρ οὐκ ἐργάζῃ; χεῖράς σοι εἰς τοῦτο ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα παρ' ἑτέρων λαμβάνῃς, ἀλλ' ἵνα ἑτέροις παρέχῃς. Ὁ δὲ Κύριος, φησὶ, μεθ' ὑμῶν. Τοῦτο ἔξεστι καὶ ἡμῖν ἑαυτοῖς ἐπεύχεσθαι, ἂν τὰ τοῦ Κυρίου πράττωμεν. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐ μόνον ταῦτα πρὸς ἐκείνους εἴρηται, ἀλλὰ καὶ πρὸς ἡμᾶς. Ὅτι γὰρ ἐκείνοις οὐκ ἐπήγγελται μόνον, δῆλον ἐκ τοῦ εἰπεῖν, Ἕως τοῦ αἰῶνος τῆς συντελείας, ἀλλὰ καὶ τοῖς κατ' ἴχνος ἐκείνων βαίνουσι. Τί οὖν πρὸς τοὺς μὴ διδασκάλους φησίν; Ἕκαστος ὑμῶν, εἰ βούλοιτο, διδάσκαλός ἐστιν, εἰ καὶ μὴ ἑτέρου, ἀλλ' ἑαυτοῦ· δίδαξον σεαυτὸν πρῶτον. Ἐὰν διδάξῃς πάντα, ὅσα ἐνετείλατό σοι τηρεῖν, διὰ τούτου πολλοὺς ἕξεις τοὺς ζηλοῦντας. Ὥσπερ γὰρ ὁ λύχνος, ὅταν αὐτὸς γένηται λαμπρὸς, μυρίους δύναται ἀνάψαι· ἐσβεσμένος δὲ οὐδὲ ἑαυτῷ παρέξει φῶς, οὔτε ἑτέρους ἀνάψαι λύχνους δυνήσεται· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ καθαροῦ, ἐὰν τὸ ἐν ἡμῖν φῶς λαμπρὸν ᾖ, μυρίους καὶ μαθητὰς καὶ διδασκάλους ἐργασόμεθα, ὥσπερ ἀρχέτυπον προκείμενοι. Οὐδὲ γὰρ οὕτω τὰ παρ' ἐμοῦ ῥήματα τοὺς ἀκούοντας ὠφελῆσαι δυνήσεται, ὡς ὁ βίος ὁ ἡμέτερος. Ἔστω γὰρ, εἰ βούλει, ἀνήρ τις τῷ Θεῷ φίλος, καὶ ἐν ἀρετῇ διαλάμπων, καὶ γυναῖκα ἔχων· ἔξεστι γὰρ καὶ γυναῖκα ἔχοντα ἀρέσκειν Θεῷ καὶ παιδία καὶ οἰκέτας καὶ φίλους· οὗτος, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον ἐμοῦ τοὺς πάντας ὠφελῆσαι δυνήσεται; Ἐμοῦ μὲν γὰρ ἅπαξ ἢ δεύτερον ἀκούσονται τοῦ μηνὸς, ἢ οὐδὲ ἅπαξ, καὶ ἅπερ ἂν ἀκούσωσιν, ἴσως μέχρι τοῦ τῆς ἐκκλησίας οὐδοῦ φυλάξαντες, εὐθέως ἀποβάλλουσιν· ἐκείνου δὲ τὸν βίον ὁρῶντες διηνεκῶς, μεγάλα κερδαίνουσιν. Ὅταν γὰρ ὑβρισθεὶς μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζοντος ψυχήν; κἂν μὴ παραυτίκα ὁμολογῇ τὴν ὠφέλειαν, ἀπὸ τοῦ θυμοῦ ἢ αἰσχυνόμενος ἢ ἐντρεπόμενος, ἀλλ' ὅμως αἴσθησιν εὐθέως λαμβάνει· καὶ ἀδύνατον ἄνθρωπον ὑβριστὴν, κἂν θηρίον ᾖ, ἀνεξικάκῳ τινὶ προσμίξαντα, μὴ μεγάλα κερδήσαντα ἀπελθεῖν. Τὰ γὰρ ἀγαθὰ κἂν μὴ πράττωμεν, ἀλλ' ὅμως ἐπαινοῦμεν ἅπαντες καὶ θαυμάζομεν. Ἡ γυνὴ πάλιν ἂν ἴδῃ τὸν ἄνδρα ἐπιεικῆ, μεγάλα κερδαίνει ἀεὶ συνοῦσα, καὶ τὸ παιδίον. Ἔξεστιν οὖν ἑκάστῳ διδασκάλῳ γενέσθαι. Οἰκοδομεῖτε γὰρ, φησὶν, ἀλλήλους εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Ὅρα γάρ· προσέπεσε ζημία ἐπὶ τῆς οἰκίας; ἡ γυνὴ θορυβεῖται, ἅτε ἀσθενεστέρα οὖσα καὶ φιλόκοσμος; ὁ ἀνὴρ ἐὰν ᾖ φιλόσοφος καὶ καταγελαστὴς ζημίας, καὶ ἐκείνην παραμυθεῖται, καὶ πείθει φέρειν γενναίως. Ἆρ' οὖν, εἰπέ μοι, οὐ πολλῷ μᾶλλον αὐτὴν τῶν ἡμετέρων ὠφελήσει λόγων; Εἰπεῖν μὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν καταστῶμεν, σφόδρα δύσκολον. Διὰ τοῦτο μᾶλλον ἀπὸ τῶν ἔργων ῥυθμίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε· καὶ τοσαύτη τῆς ἀρετῆς ἡ ὑπερβολὴ, ὥστε καὶ δοῦλος πολλάκις ὁλόκληρον ὠφέλησεν οἰκίαν μετὰ τοῦ δεσπότου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg163.local001/.
