Ancient Greek · ~23 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ΔΕΥΤΕΡΑΝ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 1.1
Not analysed yet
Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ ἐπιστολήν; Εἶπεν, Ἐλπίζω ἐλθεῖν πρὸς σὲ τάχιον· οὐκ ἐξεγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ γραμμάτων ἀντὶ τῆς παρουσίας, ἴσως τεθλιμμένον καὶ διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι τότε. Κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, ὅτε πάντα προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως, φησί· καὶ, Ἐρχόμενος φέρε τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδομαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Ταῦτα δὴ πάντα διορθούμενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασμῶν, καί φησι· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιμίου. Μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐδέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡμᾶς ἐποίησεν, ἵνα κινδυνεύσωμεν μόνον, φησὶν, ἀλλ' ἵνα καὶ ἀποθνήσκωμεν, ἵνα τοιαῦτα πάσχωμεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις μόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραμυθίαν. Κατ' ἐπαγγελίαν, λέγων, ζωῆς τῆς ἐν Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγγελία ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Οὐχὶ ἁπλῶς, Τέκνῳ, ἀλλὰ, Ἀγαπητῷ. Ἔστι γὰρ εἶναι καὶ τέκνα μὴ ἀγαπώμενα· ἀλλ' οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον σε καλῶ ἁπλῶς, ἀλλὰ τέκνον ἀγαπητόν. Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ' ὅμως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία μου, λέγων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν αὐτῷ μαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ μὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ γοῦν ἐξ ἡμῶν τεχθέντες, οὐ δι' ἀρετὴν μόνον ἡμῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην· οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν· ἐπεὶ πόθεν ἄλλοθεν; καὶ μάλιστα παρὰ Παύλῳ τῷ οὐδὲν ποιοῦντι κατὰ πρόσκλισιν. Ἄλλως δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ, ὅτι οὐκ ὀργιζόμενος πρὸς αὐτὸν, οὐχὶ καταφρονῶν αὐτοῦ, οὐχὶ κατεγνωκὼς αὐτοῦ, οὐ παρεγένετο. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. Καὶ ὅρα πῶς εὐθέως ἐν τῷ προοιμίῳ πρὸς ἐκεῖνον ἀπολογεῖται, ὅτι οὐκ ἦλθε πρὸς αὐτὸν, οὐδὲ εἶδεν αὐτόν. Καὶ γὰρ τὸ, Ἕως ἔρχομαι, καὶ τὸ, Σπουδάζω ἐλθεῖν πρὸς σὲ τάχιον, ταχεῖαν ἐποίει προσδοκᾷν τὴν παρουσίαν. Πρὸς τοῦτο οὖν εὐθέως ἀπολογεῖται. Καὶ τὴν μὲν αἰτίαν εὐθέως οὐ λέγει, δι' ἢν οὐκ ἦλθεν, ἵνα μὴ σφόδρα λυπήσῃ· αὕτη δὲ ἦν τὸ κατέχεσθαι αὐτὸν παρὰ τοῦ Καίσαρος· ὅτε δὲ αὐτὸν ἐκάλεσε πρὸς ἑαυτὸν πρὸς τῷ τέλει, τότε αὐτὴν ἐνέφηνεν. Εὐθέως δὲ αὐτὸν ἐκ προοιμίων οὐκ ἐμβάλλει εἰς λύπην, ἀλλ' ἐλπίδας ὑποφαίνει τοῦ αὐτὸν ὄψεσθαι· Ἐπιποθῶ σε ἰδεῖν, καὶ, Σπούδασον ἐλθεῖν πρός με ταχέως. Εὐθέως οὖν ἐκ τοῦ προοιμίου ἀνίστησιν αὐτὸν, καὶ τὰ ἑξῆς λέγει μετ' ἐγκωμίου. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι μέμνημαί σου, φησίν· οὕτω σε φιλῶ. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, ὅταν καὶ κοσμῆταί τις τῇ φιλίᾳ ἐκ τοῦ σφόδρα φιλεῖν. Χάριν ἔχω, φησὶ, τῷ Θεῷ, ᾧ λατρεύω. Πῶς; Ἐν καθαρᾷ συνειδήσει ἀπὸ προγόνων· ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν. Ἄλλως δὲ ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον λέγει. Ἢ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν δι' ἀνθρωπίνην αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον. Διό φησιν, Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· μονονουχὶ λέγων, μὴ ὑποπτεύσῃς τὸ πρᾶγμα κακίαν εἶναι. Καλῶς συνίστησιν αὑτοῦ τὸ ἦθος, ἵνα ἀξιόπιστον δειχθῇ τὸ περὶ τὴν ἀγάπην. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδὲν ψεύδομαι, οὐδὲ ἄλλα ἔχω, καὶ ἄλλα λέγω. Ὥστε καὶ τότε ἀναγκασθεὶς ἑαυτὸν ἐνεκωμίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ. Ἐπειδὴ γὰρ ὡς στασιαστὴν αὐτὸν διέβαλλον καὶ νεωτεροποιὸν, διὰ τοῦτο ἔλεγε· Καὶ εἶπεν Ἀνανίας πρός με· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Οὕτω καὶ ἐνταῦθα, ἵνα μὴ λάβῃ ἀφίλου καὶ ἀσυνειδήτου δόξαν ὡς ἐπιλελησμένος, εἰκότως ἑαυτὸν ἐγκωμιάζει λέγων, Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, καὶ οὐχ ἁπλῶς, ἀλλ' Ἐν ταῖς δεήσεσί μου. Τουτέστιν, εὐχῆς μοι ἔργον ἐστὶ, τὸν πάντα χρόνον διατελῶ τοῦτο ποιῶν διηνεκῶς. Τοῦτο γὰρ ἐμφαίνει τῷ εἰπεῖν, Νυκτὸς καὶ ἡμέρας ὑπὲρ τούτου τὸν Θεὸν παρεκάλουν, ἐπιποθῶν σε ἰδεῖν. Ὁρᾷς ζέοντα πόθον; ὁρᾷς μανίαν ἀγάπης; ὁρᾷς ταπεινοφροσύνην; πῶς ἀπολογεῖται τῷ μαθητῇ; Εἶτα δείκνυσιν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ. Ἔδειξε μὲν οὖν καὶ ἤδη, δείκνυσι δὲ καὶ ἐνταῦθα· φησὶ γὰρ, Μεμνημένος σου τῶν δακρύων. Εἰκὸς ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι μᾶλλον, ἢ παιδίον τοῦ μαστοῦ καὶ τῆς τίτθης ἀποσπώμενον καὶ γάλακτος. Ἵνα χαρᾶς, φησὶ, πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν. Οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπεστέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς καὶ θηριώδης· ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι. Νυνὶ δὲ οὐχ εἷς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ. Ὥστε πολλαί με ἦγον ἀνάγκαι πρὸς σέ. Ἄρα οὖν ἔκλαιε. Καὶ ἑτέραν τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· Ὑπόμνησιν, φησὶ, λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.