Ancient Greek · ~19 min
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 1.1-6
Not analysed yet
Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον ταί τινες τῆς πίστεως· καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆς ἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα ἔσονται, οὐδὲν θαυμαστὸν εἶναι καὶ ἐφ' ἡμῶν. Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων. Καὶ εὐθέως τὸ πάντων αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπεροψίαν. Ὁ τούτῳ ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκοπεῖ. Ὅταν γὰρ μὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀμελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσπερ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου· οὕτως ὁ καταφρονῶν τὰ ἐκείνου, καὶ τὰ αὑτοῦ ὑπερόψεται. Εἰ γὰρ μέλη ἀλλήλων ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος· καὶ ἡ τοῦ πλησίον βλάβη, οὐ μέχρις ἐκείνου μόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει ταῖς ὀδύναις. Εἰ οἰκοδομή ἐσμεν, ὅπερ ἂν πάθῃ μέρος, καὶ τῷ λοιπῷ λυμαίνεται· ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν διαβαστάζειν δύναται. Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερεῖδες τοῦ ἀδελφοῦ; σαυτὸν ἠδίκησας. Πῶς; Τὸ μέλος τὸ σὸν βλάβην ὑπέστη οὐ μικράν. Εἰ γὰρ ὁ χρημάτων μὴ μεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα μὴ ὀρέγων, πολλῷ μᾶλλον ἐκείνου τοῦτο πείσεται, ὅσῳ καὶ ἐν μείζονι ἡ ζημία γέγονεν· Ἔσονται γὰρ, φησὶν, οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν ὁ μάλιστα ἑαυτὸν μὴ φιλῶν· ὁ δὲ φιλάδελφος, οὗτος μᾶλλόν ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν. Ἀπὸ τούτου ἡ φιλαργυρία. Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ μικρολόγον. Φιλάργυροι. Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. Ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ. Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται· πολλάκις κάτωθεν ἄνεισιν. Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν Δεσπότην· ὁ δὲ τῶν ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων· διδασκαλία γὰρ αὕτη κακὴ, διδάσκουσα ἡμᾶς τοῦ Θεοῦ καταφρονεῖν. Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν, ὅταν ἀλλήλων καταφρονῶμεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν. Πλὴν καὶ ἑτέρως, εἰ βούλεσθε, ἐκ παραδείγματος τοῦτο ποιήσω φανερόν. Κατεφρόνησε τοῦ ἀδελφοῦ ὁ Κάϊν, κατεφρόνησεν εὐθέως καὶ τοῦ Θεοῦ. Πῶς κατεφρόνησεν; Ὅρα πῶς ὑβριστικῶς ἀποκρίνεται πρὸς τὸν Θεόν· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Κατεφρόνησε πάλιν τοῦ ἀδελφοῦ ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ. Διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Διὸ καὶ Παῦλός φησι· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ. Κατεφρόνησαν τοῦ Ἰωσὴφ οἱ ἀδελφοὶ, κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οἱ Ἰσραηλῖται κατεφρόνησαν Μωϋσέως· διὰ τοῦτο κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οὕτω καὶ οἱ υἱοὶ Ἠλεὶ κατεφρόνουν τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ. Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰμ ἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ· καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς. Πάλιν ὁ Ἄβελ ἐπιεικὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν. Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων, ἵνα μὴ μάθωμεν καὶ τοῦ Θεοῦ καταφρονεῖν· τιμῶμεν ἀλλήλους, ἵνα μάθωμεν καὶ τὸν Θεὸν τιμᾷν. Ὁ θρασὺς κατὰ ἀνθρώπων, καὶ κατὰ τοῦ Θεοῦ γίνεται θρασύς. Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν συνέλθῃ, τί λοιπὸν λείπεται πρὸς τελείαν ἀπώλειαν; τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁμαρτημάτων ἐπιῤῥεῖ βόρβορος. Ἀχάριστοι, φησί. Πῶς γὰρ ὁ φιλάργυρος εὐχάριστος ἔσται; τίνι εἴσεται χάριν; Οὐδενί· πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν. Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν κενώσῃς, οὐδεμίαν οἶδέ σοι χάριν· ἀγανακτεῖ, ὅτι μὴ πολλὰ εἶχες, καὶ πολλῶν αὐτὸν πεποίηκας κύριον. Κἂν τῆς οἰκουμένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν· οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι. Ἀκόρεστος ἡ ἐπιθυμία τούτου. Νόσου γάρ ἐστιν ἐπιθυμία. Τοιαῦται δὲ αἱ τῶν νόσων ἐπιθυμίαι.