# In epistulam ii ad Timotheum (homiliae 1-10) 1.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10), Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-epistulam-ii-ad-timotheum-homiliae-1-10/1.1-7

Εἴ τις ἐπὶ τοῖς αἱρετικοῖς ἀσχάλλει νῦν, ἐννοείτω, ὅτι καὶ ἐξ ἀρχῆς τοιαῦτα γέγονεν, ἀεὶ τοῦ διαβόλου τῇ ἀληθείᾳ τὸ ψεῦδος παρυφιστῶντος. Ἐπηγγείλατο ὁ Θεὸς ἐξ ἀρχῆς τὰ ἀγαθὰ, ἦλθε καὶ ὁ διάβολος ἐπαγγελλόμενος· ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί. Ἐπειδὴ γὰρ ἔργοις οὐδὲν ἐδείκνυ, ῥήμασι τὰ μείζονα ὑπισχνεῖται. Τοιοῦτον γὰρ οἱ ἀπατεῶνες. Μετὰ ταῦτα ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ, εἶτα οἱ υἱοὶ τοῦ Σὴθ καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων, εἶτα ὁ Χὰμ καὶ ὁ Ἰάφεθ, ὁ Ἀβραὰμ καὶ ὁ Φαραὼ, ὁ Ἰακὼβ καὶ ὁ Ἡσαῦ· καὶ μέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ μάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται, οἱ ἀπόστολοι καὶ οἱ ψευδαπόστολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος. Καὶ πρότερον οὖν, καὶ τότε τὰ αὐτὰ ἦν. Τότε ὁ Θευδᾶς, τότε ὁ Σίμων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρμογένην καὶ Φίλητον. Οὐκ ἔστιν οὖν ὅτε οὐ παρυφέστηκε τῇ ἀληθείᾳ τὸ ψεῦδος. Μὴ τοίνυν ἀσχάλλωμεν, ἄνωθεν ταῦτα εἴρηται. Διὰ τοῦτο ἔλεγε· Γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι. Ἄρα ὁ ἀχάριστος ἀνόσιος· εἰκότως. Ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; Ὁ ἀχάριστος ἄσπονδος, ὁ ἀχάριστος ἄστοργος. Διάβολοι, φησί· τουτέστι, κακήγοροι. Οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν. Ἀκρατεῖς, καὶ γλώσσης καὶ γαστρὸς καὶ τῶν ἄλλων ἁπάντων. Ἀνήμεροι. Ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν τις φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. Ἀφιλάγαθοι, προδόται, προπετεῖς. —Προδόται, τῆς φιλίας· Προπετεῖς, τουτέστιν, οὐδὲν βεβηκὸς ἔχοντες. Τετυφωμένοι· ἀπονοίας πεπληρωμένοι. Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πώς φησιν· Ἔχοντες τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. Ἀλλ' ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον τοῦτο δείκνυσι τὸ ἁμάρτημα. Τί δήποτε; Ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. Ὥσπερ γὰρ τὴν εἰκόνα πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινόν· οἷον καθάπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ὁ δὲ Προφήτης· Πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· καὶ τὸν λέοντα ἡ Γραφὴ ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· Ἐκοιμήθη, φησὶν, ὡς λέων, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν; ποτὲ δὲ εἰς τὸ ἁρπακτικόν· Ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν. Ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα παρείληπται· οἷον, τὴν καλὴν ὅταν θαυμάζειν βουλώμεθα, ταῖς γραφαῖς παρεικάζομεν, καὶ τὰς γραφομένας ὅταν θαυμάζειν βουλώμεθα, λέγομεν ὅτι λαλεῖ, ὅτι φθέγγεται· οὐ ποιοῦμεν δὲ τὸ αὐτό· ἐκεῖ μὲν γὰρ, ὅτι ἐγγὺς ὁμοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς. Οὕτω καὶ ἐν τῇ μορφῇ, ἐκεῖ μὲν, ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ, ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ. Ἄρα σχῆμά ἐστι μόνον χωρὶς δυνάμεως πίστις χωρὶς ἔργων· εἰκότως. Ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Θῶμεν γὰρ εἶναί τινα φιλάργυρον, προδότην, προπετῆ· εἶτα πιστεύειν ὀρθῶς· τί τὸ κέρδος ἂν μηδὲν ἔχῃ τῶν τῷ Χριστιανῷ πρεπόντων; ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ τοὺς Ἕλληνας παρελαύνῃ τῇ ἀσεβείᾳ; ὅταν ἐπὶ λύμῃ τῶν συνόντων ᾖ; ὅταν ἐπὶ βλασφημίᾳ τοῦ Θεοῦ; ὅταν διαβάλλῃ τὸ δόγμα διὰ τῶν ἔργων; Καὶ τούτους, φησὶν, ἀποτρέπου. Εἰ τοίνυν ἐν ὑστέροις καιροῖς τοιοῦτοι ἔσονται, πῶς φησι, Καὶ τούτους ἀποτρέπου; Εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ μὴ μεθ' ὑπερβολῆς, ἀλλ' ὅμως εἶναι· τὸ δ' ἀληθὲς δι' ἐκείνου πᾶσι παραινεῖ, ὥστε ἐκτρέπεσθαι τοὺς τοιούτους. Ἐκ τούτων γάρ εἰσι, φησὶν, οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg165.local001/.
